τί γὰρ ἐκεῖνος ἐνέλιπεν, ὃς τηλικαύτην μὲν ἔσχε τιμήν, ἧς εἰ πάντες συνελθόντες μείζω ζητοῖεν, οὐδέποτʼ ἂν εὑρεῖν δυνηθεῖεν; μόνος γὰρ ἁπάσης τῆς Ἑλλάδος ἠξιώθη γενέσθαι στρατηγός. ὁπότερον δέ, εἴθʼ ὑπὸ πάντων αἱρεθεὶς εἴτʼ αὐτὸς κτησάμενος, οὐκ ἔχω λέγειν. ὁποτέρως δʼ οὖν συμβέβηκεν, οὐδεμίαν ὑπερβολὴν λέλοιπε τῆς περὶ αὑτὸν δόξης τοῖς ἄλλως πως τιμηθεῖσιν. ταύτην δὲ λαβὼν τὴν δύναμιν οὐκ ἔστιν ἥν τινα τῶν Ἑλληνίδων πόλεων ἐλύπησεν, ἀλλʼ οὕτως ἦν πόρρω τοῦ περί τινας ἐξαμαρτεῖν, ὥστε παραλαβὼν τοὺς Ἕλληνας ἐν πολέμῳ καὶ ταραχαῖς καὶ πολλοῖς κακοῖς ὄντας τούτων μὲν αὐτοὺς ἀπήλλαξεν, εἰς ὁμόνοιαν δὲ καταστήσας τὰ μὲν περιττὰ τῶν ἔργων καὶ τερατώδη καὶ μηδὲν ὠφελοῦντα τοὺς ἄλλους ὑπερεῖδε, στρατόπεδον δὲ συστήσας ἐπὶ τοὺς βαρβάρους ἤγαγεν. τούτου δὲ κάλλιον στρατήγημα καὶ τοῖς Ἕλλησιν ὠφελιμώτερον οὐδεὶς φανήσεται πράξας οὔτε τῶν κατʼ ἐκεῖνον τὸν χρόνον εὐδοκιμησάντων οὔτε τῶν ὕστερον ἐπιγενομένων. ἃ ʼκεῖνος πράξας καὶ τοῖς ἄλλοις ὑποδείξας οὐχ οὕτως εὐδοκίμησεν, ὡς προσῆκεν αὐτόν, διὰ τοὺς μᾶλλον ἀγαπῶντας τὰς θαυματοποιίας τῶν εὐεργεσιῶν καὶ τὰς ψευδολογίας τῆς ἀληθείας, ἀλλὰ τοιοῦτος γενόμενος ἐλάττω δόξαν ἔχει τῶν οὐδὲ μιμήσασθαι τολμησάντων αὐτόν. οὐ μόνον δʼ ἐπὶ τούτοις ἄν τις ἐπαινέσειεν αὐτόν, ἀλλὰ καὶ ἐφʼ οἷς περὶ τὸν αὐτὸν χρόνον ἔπραξεν. εἰς τοῦτο γὰρ μεγαλοφροσύνης ἦλθεν, ὥστʼ οὐκ ἀπέχρησεν αὐτῷ λαβεῖν στρατιώτας τῶν ἰδιωτῶν ὁπόσους ἐξ ἑκάστης ἐβουλήθη τῆς πόλεως, ἀλλὰ τοὺς βασιλεῖς τοὺς ποιοῦντας ἐν ταῖς αὑτῶν ὅ τι βουληθεῖεν καὶ τοῖς ἄλλοις προστάττοντας, τούτους ἔπεισεν ὑφʼ αὑτῷ γενέσθαι, καὶ συνακολουθεῖν ἐφʼ οὓς ἂν ἡγῆται, καὶ ποιεῖν τὸ προσταττόμενον, καὶ βασιλικὸν βίον ἀφέντας στρατιωτικῶς ζῆν, ἔτι δὲ κινδυνεύειν καὶ πολεμεῖν οὐχ ὑπὲρ τῆς σφετέρας αὐτῶν πατρίδος καὶ βασιλείας, ἀλλὰ λόγῳ μὲν ὑπὲρ Ἑλένης τῆς Μενελάου γυναικός, ἔργῳ δʼ ὑπὲρ τοῦ μὴ τὴν Ἑλλάδα πάσχειν ὑπὸ τῶν βαρβάρων μήτε τοιαῦτα μήθʼ οἷα πρότερον αὐτῇ συνέπεσε περὶ τὴν Πέλοπος μὲν ἁπάσης Πελοποννήσου κατάληψιν, Δαναοῦ δὲ τῆς πόλεως τῆς Ἀργείων, Κάδμου δὲ Θηβῶν· ὧν τίς ἄλλος φανήσεται προνοηθείς, ἢ τίς ἐμποδὼν καταστὰς τοῦ μηδὲν ἔτι γενέσθαι τοιοῦτον, πλὴν τῆς ἐκείνου φύσεως καὶ δυνάμεως;