ἀλλὰ μαθόντες ἐξ αὐτῶν τῶν συμβεβηκότων κατὰ μὲν τοὺς νόμους τάς τε πόλεις καὶ τὰς χώρας τούτων εἶναι δοκούσας, τῶν ὀρθῶς καὶ νομίμως κτησαμένων, κατὰ δὲ τὴν ἀλήθειαν τούτων γιγνομένας, τῶν τὰ περὶ τὸν πόλεμον μάλιστʼ ἀσκούντων καὶ νικᾶν ἐν ταῖς μάχαις τοὺς πολεμίους δυναμένων, ταῦτα διανοηθέντες, ἀμελήσαντες γεωργιῶν καὶ τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων, οὐδὲν ἐπαύοντο κατὰ μίαν ἑκάστην τῶν πόλεων τῶν ἐν Πελοποννήσῳ πολιορκοῦντες καὶ κακῶς ποιοῦντες, ἕως ἁπάσας κατεστρέψαντο πλὴν τῆς Ἀργείων. συνέβαινεν οὖν ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν, αὐξάνεσθαί τε τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην κρείττω γίγνεσθαι τῆς Ἀσίας, καὶ πρὸς τούτοις τῶν μὲν Ἑλλήνων τοὺς ἀποροῦντας πόλεις λαμβάνειν καὶ χώρας, τῶν δὲ βαρβάρων τοὺς εἰθισμένους ὑβρίζειν ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον· ἐξ ὧν δὲ Σπαρτιᾶται, τὴν ἐκείνων μόνην μεγάλην γίγνεσθαι, καὶ πασῶν μὲν τῶν ἐν Πελοποννήσῳ πόλεων ἄρχειν, ταῖς δʼ ἄλλαις φοβερὰν εἶναι καὶ πολλῆς θεραπείας τυγχάνειν παρʼ αὐτῶν. ἐπαινεῖν μὲν οὖν δίκαιόν ἐστι τὴν τοῖς ἄλλοις πολλῶν ἀγαθῶν αἰτίαν γεγενημένην, δεινὴν δὲ νομίζειν τὴν αὑτῇ τὰ συμφέροντα διαπραττομένην, καὶ φίλους μὲν ποιεῖσθαι τοὺς ὁμοίως αὑτοῖς τε καὶ τοῖς ἄλλοις χρωμένους, φοβεῖσθαι δὲ καὶ δεδιέναι τοὺς πρὸς σφᾶς μὲν αὐτοὺς ὡς δυνατὸν οἰκειότατα διακειμένους, πρὸς δὲ τοὺς ἄλλους ἀλλοτρίως καὶ πολεμικῶς τὴν αὑτῶν διοικοῦντας. τὴν μὲν οὖν ἀρχὴν ἑκατέρα τοῖν πολέοιν τοιαύτην ἐποιήσατο. χρόνῳ δʼ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέμου, καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συναγαγόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας, Σπαρτιᾶται μὲν ἄρχοντες Πελοποννησίων εἰς τὴν ναυμαχίαν τὴν ποιήσασαν ῥοπὴν ἅπαντος τοῦ πολέμου δέκα μόνον συνεβάλοντο τριήρεις, οἱ δὲ πατέρες ἡμῶν ἀνάστατοι γενόμενοι καὶ τὴν πόλιν ἐκλελοιπότες διὰ τὸ μὴ τετειχίσθαι κατʼ ἐκεῖνον τὸν χρόνον πλείους ναῦς παρέσχοντο καὶ μείζω δύναμιν ἐχούσας ἢ σύμπαντες οἱ συγκινδυνεύσαντες· καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιάδην,