<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="266"><p><milestone ed="perseus" unit="para"/>περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω·  τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς λόγοις τοῖς τοιούτοις·  βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον· 
</p></div><div subtype="section" type="textpart" n="267"><p>ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων ἐπιγενομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυναμένου δʼ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλούς, τούτῳ διατελῶ τρίʼ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων, ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ διʼ ἃ πρότερον ἐπῃνούμην.
</p></div><div subtype="section" type="textpart" n="268"><p>ἤδη δʼ ἀπειρηκότος καὶ διὰ τὴν νόσον καὶ διὰ τὸ γῆρας, τῶν ἐπισκοπούντων τινές με καὶ πολλάκις ἀνεγνωκότων τὸ μέρος τοῦ λόγου τὸ γεγραμμένον, ἐδέοντό μου καὶ συνεβούλευον μὴ καταλιπεῖν αὐτὸν ἡμιτελῆ μηδʼ ἀδιέργαστον, ἀλλὰ πονῆσαι μικρὸν χρόνον καὶ προσέχειν τοῖς λοιποῖς τὸν νοῦν.
</p></div><div subtype="section" type="textpart" n="269"><p>οὐχ ὁμοίως δὲ διελέγοντο περὶ τούτων τοῖς ἀφοσιουμένοις, ἀλλʼ ὑπερεπαινοῦντες μὲν τὰ γεγραμμένα, τοιαῦτα δὲ λέγοντες, ὧν εἴ τινες ἤκουον μήτε συνήθεις ἡμῖν ὄντες μήτʼ εὔνοιαν μηδεμίαν ἔχοντες, οὐκ ἔστιν ὅπως οὐκ ἂν ὑπέλαβον τοὺς μὲν φενακίζειν, ἐμὲ δὲ διεφθάρθαι καὶ παντάπασιν εἶναι μωρόν,
</p></div><div subtype="section" type="textpart" n="270"><p>εἰ πείσομαι τοῖς λεγομένοις. οὕτω δʼ ἔχων ἐφʼ οἷς εἰπεῖν ἐτόλμησαν ἐπείσθην ʽτί γὰρ δεῖ μακρολογεῖν;ʼ γενέσθαι πρὸς τῇ τῶν λοιπῶν πραγματείᾳ γεγονὼς μὲν ἔτη τρία μόνον ἀπολείποντα τῶν ἑκατόν, οὕτω δὲ διακείμενος ὡς ἕτερος ἔχων οὐχ ὅπως γράφειν ἂν λόγον ἐπεχείρησεν, ἀλλʼ οὐδʼ ἄλλου δεικνύοντος καὶ πονήσαντος ἠθέλησεν ἀκροατὴς γενέσθαι.
</p></div></div></body></text></TEI>