οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν, ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν. περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω· τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον·