εἴπερ βούλει χαρίσασθαι μὲν τοῖς ἐπιεικεστάτοις τῶν Ἑλλήνων καὶ τοῖς ὡς ἀληθῶς φιλοσοφοῦσιν ἀλλὰ μὴ προσποιουμένοις, λυπῆσαι δὲ τοὺς θαυμάζοντας μὲν τὰ σὰ μᾶλλον τῶν ἄλλων, λοιδορουμένους δὲ τοῖς λόγοις τοῖς σοῖς ἐν τοῖς ὄχλοις τοῖς πανηγυρικοῖς, ἐν οἷς πλείους εἰσὶν οἱ καθεύδοντες τῶν ἀκροωμένων, καὶ προσδοκῶντας, ἢν παρακρούσωνται τοὺς τοιούτους, ἐναμίλλους τοὺς αὑτῶν γενήσεσθαι τοῖς ὑπὸ σοῦ γεγραμμένοις, κακῶς εἰδότας ὅτι πλέον ἀπολελειμμένοι τῶν σῶν εἰσιν ἢ τῆς Ὁμήρου δόξης οἱ περὶ τὴν αὐτὴν ἐκείνῳ ποίησιν γεγονότες.” ταῦτʼ εἰπόντος αὐτοῦ καὶ τοὺς παρόντας ἀξιώσαντος ἀποφήνασθαι περὶ ὧν παρεκλήθησαν, οὐκ ἐθορύβησαν, ὃ ποιεῖν εἰώθασιν ἐπὶ τοῖς χαριέντως διειλεγμένοις, ἀλλʼ ἀνεβόησαν ὡς ὑπερβαλλόντως εἰρηκότος, καὶ περιστάντες αὐτὸν ἐπῄνουν, ἐζήλουν, ἐμακάριζον, καὶ προσθεῖναι μὲν οὐδὲν εἶχον τοῖς εἰρημένοις οὐδʼ ἀφελεῖν, συναπεφαίνοντο δὲ καὶ συνεβούλευόν μοι ποιεῖν ἅπερ ἐκεῖνος παρῄνεσεν.