<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="256"><p>ταῦτα δὲ διανοηθέντας καὶ πολεμεῖν ἐπιχειρήσαντας οὐκ ἀπειπεῖν, ἐν πολλοῖς κακοῖς καὶ κινδύνοις γιγνομένους, πρὶν ἁπάσας ταύτας ὑφʼ αὑτοῖς ἐποιήσαντο πλὴν τῆς Ἀργείων πόλεως, ἔχοντας δʼ ἤδη καὶ χώραν πλείστην καὶ δύναμιν μεγίστην καὶ δόξαν τοσαύτην ὅσην προσήκει τοὺς τηλικαῦτα διαπεπραγμένους οὐχ ἧττον διακεῖσθαι φιλοτίμως, ὅτι λόγος ὑπῆρχεν αὐτοῖς ἴδιος καὶ καλὸς μόνοις τῶν Ἑλλήνων· 
</p></div><div subtype="section" type="textpart" n="257"><p> ἐξεῖναι γὰρ εἰπεῖν αὐτοῖς ὅτι σφεῖς μὲν ὄντες οὕτως ὀλίγοι τὸν ἀριθμὸν οὐδεμιᾷ πώποτε τῶν μυριάνδρων πόλεων ἠκολούθησαν οὐδʼ ἐποίησαν τὸ προσταττόμενον, ἀλλʼ αὐτόνομοι διετέλεσαν ὄντες, αὐτοὶ δʼ ἐν τῶ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους πάντων τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, καὶ τῆς τιμῆς ταύτης ἔτυχον οὐκ ἀλόγως, ἀλλὰ διὰ τὸ μάχας ποιησάμενοι πλείστας ἀνθρώπων κατʼ ἐκεῖνον τὸν χρόνον μηδεμίαν ἡττηθῆναι τούτων ἡγουμένου βασιλέως,
</p></div><div subtype="section" type="textpart" n="258"><p>ἀλλὰ νενικηκέναι πάσας, οὗ τεκμήριον οὐδεὶς ἂν δύναιτο μεῖζον εἰπεῖν ἀνδρίας καὶ καρτερίας καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας, πλὴν ἢ τὸ ῥηθήσεσθαι μέλλον·  τοσούτων γὰρ τὸ πλῆθος τῶν πόλεων τῶν Ἑλληνίδων οὐσῶν, τῶν μὲν ἄλλων οὐδεμίαν οὐδένʼ<note xml:lang="eng" resp="editor"><foreign xml:lang="grc">οὐδεμίαν οὐδένʼ</foreign> Benseler· <foreign xml:lang="grc">οὐδεμίαν</foreign> MSS.</note> εἰπεῖν οὐδʼ εὑρεῖν, ἥτις οὐ περιπέπτωκε ταῖς συμφοραῖς ταῖς εἰθισμέναις γίγνεσθαι ταῖς πόλεσιν,
</p></div><div subtype="section" type="textpart" n="259"><p>ἐν δὲ τῇ Σπαρτιατῶν οὐδεὶς ἂν ἐπιδείξειεν οὔτε στάσιν οὔτε σφαγὰς οὔτε φυγὰς ἀνόμους γεγενημένας, οὐδʼ ἁρπαγὰς χρημάτων οὐδʼ αἰσχύνας γυναικῶν καὶ παίδων, ἀλλʼ οὐδὲ πολιτείας μεταβολὴν οὐδὲ χρεῶν ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν οὐδʼ ἄλλʼ οὐδὲν τῶν ἀνηκέστων κακῶν. περὶ ὧν διεξιόντας οὐκ ἔστιν ὅπως οὐ καὶ σοῦ, τοῦ τʼ ἀθροίσαντος καὶ διαλεχθέντος οὕτω καλῶς περὶ αὐτῶν, μεμνήσεσθαι καὶ πολλὴν χάριν ἕξειν.
</p></div><div subtype="section" type="textpart" n="260"><p><milestone ed="perseus" unit="para"/> οὐ τὴν αὐτὴν δὲ γνώμην ἔχω περὶ σοῦ νῦν καὶ πρότερον. ἐν μὲν γὰρ τοῖς παρελθοῦσι χρόνοις ἐθαύμαζόν σου τήν τε φύσιν καὶ τὴν τοῦ βίου τάξιν καὶ τὴν φιλοπονίαν καὶ μάλιστα τὴν ἀλήθειαν τῆς φιλοσοφίας, νῦν δὲ ζηλῶ σε καὶ μακαρίζω τῆς εὐδαιμονίας·  δοκεῖς γάρ μοι ζῶν μὲν λήψεσθαι δόξαν οὐ μείζω μὲν ἧς ἄξιος εἶ, χαλεπὸν γάρ, παρὰ πλείοσι δὲ καὶ μᾶλλον ὁμολογουμένην τῆς νῦν ὑπαρχούσης, τελευτήσας δὲ τὸν βίον μεθέξειν ἀθανασίας, οὐ τῆς τοῖς θεοῖς παρούσης, ἀλλὰ τῆς τοῖς ἐπιγιγνομένοις περὶ τῶν διενεγκόντων ἐπί τινι τῶν καλῶν ἔργων μνήμην ἐμποιούσης.
</p></div></div></body></text></TEI>