καὶ ταῦτα μὲν μετὰ πάντων συστρατευσαμένων ἔπραξαν· ἐπειδὴ δὲ πρὸς Ἀργείους καὶ Μεσσηνίους τὴν χώραν διείλοντο καὶ καθʼ αὑτοὺς ἐν Σπάρτῃ κατῴκησαν, ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον φρονῆσαι φῂς αὐτούς, ὥστε ὄντας οὐ πλείους τότε δισχιλίων οὐχ ἡγήσασθαι σφᾶς αὐτοὺς ἀξίους εἶναι ζῆν, εἰ μὴ δεσπόται πασῶν τῶν ἐν Πελοποννήσῳ πόλεων γενέσθαι δυνηθεῖεν, ταῦτα δὲ διανοηθέντας καὶ πολεμεῖν ἐπιχειρήσαντας οὐκ ἀπειπεῖν, ἐν πολλοῖς κακοῖς καὶ κινδύνοις γιγνομένους, πρὶν ἁπάσας ταύτας ὑφʼ αὑτοῖς ἐποιήσαντο πλὴν τῆς Ἀργείων πόλεως, ἔχοντας δʼ ἤδη καὶ χώραν πλείστην καὶ δύναμιν μεγίστην καὶ δόξαν τοσαύτην ὅσην προσήκει τοὺς τηλικαῦτα διαπεπραγμένους οὐχ ἧττον διακεῖσθαι φιλοτίμως, ὅτι λόγος ὑπῆρχεν αὐτοῖς ἴδιος καὶ καλὸς μόνοις τῶν Ἑλλήνων·