<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="251"><p>τοὺς δὲ φρονιμωτάτους αὐτῶν καὶ τῶν λόγων τινὰς ἔχοντας τῶν σῶν καὶ θαυμάζοντας, τούτους, ἢν λάβωσι τὸν ἀναγνωσόμενον καὶ χρόνον ὥστε συνδιατρῖψαι σφίσιν αὐτοῖς, οὐδὲν ἀγνοήσειν τῶν μετʼ ἀποδείξεως εἰρημένων περὶ τῆς πόλεως τῆς ἑαυτῶν, καὶ τῶν λοιδοριῶν καταφρονήσειν τῶν εἰκῇ μὲν τοῖς πράγμασι λεγομένων πικρῶς δὲ τοῖς ὀνόμασι κεχρημένων, καὶ νομιεῖν τὰς μὲν βλασφημίας τὰς ἐνούσας ἐν τῷ βιβλίῳ τὸν φθόνον ὑποβαλεῖν,
</p></div><div subtype="section" type="textpart" n="252"><p>τὰς δὲ πράξεις καὶ τὰς μάχας, ἐφʼ αἷς αὐτοί τε μέγα φρονοῦσι καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῦσι, σὲ γεγραφέναι καὶ μνημονεύεσθαι πεποιηκέναι, συναγαγόντα πάσας αὐτὰς καὶ θέντα παρʼ ἀλλήλας, αἴτιον δʼ εἶναι καὶ τοῦ πολλοὺς ποθεῖν ἀναγνῶναι καὶ διελθεῖν αὐτάς, οὐ τὰς ἐκείνων ἐπιθυμοῦντας ἀκοῦσαι πράξεις,
</p></div></div></body></text></TEI>