ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστʼ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον ἐπραγματεύθης, ἐγὼ δʼ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τʼ ἄλλοις ἅπασι καὶ Λακεδαιμονίοις, περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνούς, τοὺς δʼ ἀσελγεῖς καὶ λίαν φιλαπεχθήμονας. οὓς εἴ τις ἐπέδειξεν αὐτοῖς πρὶν ἐμὲ διαλεχθῆναι περὶ αὐτῶν, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν καὶ δυσκόλως πρὸς σὲ διετέθησαν ὡς κατηγορίαν γεγραφότα καθʼ αὑτῶν. νῦν δʼ οἴομαι τοὺς μὲν πλείστους Σπαρτιατῶν ἐμμενεῖν τοῖς ἤθεσιν οἷσπερ καὶ τὸν ἄλλον χρόνον, τοῖς δὲ λόγοις τοῖς ἐνθάδε γραφομένοις οὐδὲν μᾶλλον προσέξειν τὸν νοῦν ἢ τοῖς ἔξω τῶν Ἡρακλέους στηλῶν λεγομένοις,