<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="245"><p>εἰ μὲν οὖν ἡγούμην ἀφέξεσθαι σε τῶν εἰρημένων καὶ παραλείψειν ἀνεπιτίμητον τὸν λόγον τοῦτον, οὐδʼ ἂν αὐτὸς ἔτι λέγειν ἐπεχείρουν·  νῦν δʼ ὅτι μὲν οὐκ ἀπεφηνάμην περὶ ὧν παρεκλήθην σύμβουλος, οὐδὲν οἶμαί σοι μελήσειν, οὐδὲ γὰρ ὅτε συνῆγες ἡμᾶς, ἐδόκεις μοι σπουδάζειν περὶ αὐτῶν,
</p></div><div subtype="section" type="textpart" n="246"><p>προελόμενον δέ σε<note xml:lang="lat" resp="editor"><foreign xml:lang="grc">προελόμενον δέ σε</foreign> scripsi· <foreign xml:lang="grc">ὅτε δὲ προελόμενος οὐ Τ.</foreign> </note> συνθεῖναι λόγον μηδὲν ὅμοιον τοῖς ἄλλοις, ἀλλὰ τοῖς μὲν ῥᾳθύμως ἀναγιγνώσκουσιν ἁπλοῦν εἶναι δόξοντα καὶ ῥᾴδιον καταμαθεῖν, τοῖς δʼ ἀκριβῶς διεξιοῦσιν αὐτόν, καὶ πειρωμένοις κατιδεῖν ὃ τοὺς ἄλλους λέληθεν, χαλεπὸν φανούμενον καὶ δυσκαταμάθητον καὶ πολλῆς μὲν ἱστορίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς δὲ μεστὸν ποικιλίας καὶ ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν τοὺς συμπολιτευομένους, ἀλλὰ τῆς δυναμένης μετὰ παιδιᾶς ὠφελεῖν ἢ τέρπειν τοὺς ἀκούοντας,
</p></div></div></body></text></TEI>