<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="241"><p>οἷός περ ὁ λόγος ὁ διαναγνωσθείς ἐστιν, ἐν ᾧ πεποίηκας τοὺς μὲν σοὺς προγόνους εἰρηνικοὺς καὶ φιλέλληνας καὶ τῆς ἰσότητος τῆς ἐν ταῖς πολιτείαις ἡγεμόνας, Σπαρτιάτας δʼ ὑπεροπτικοὺς καὶ πολεμικοὺς καὶ πλεονέκτας, οἵους περ αὐτοὺς εἶναι πάντες ὑπειλήφασιν.
<milestone ed="perseus" unit="para"/>τοιαύτην δʼ ἑκατέρων ἐχόντων τὴν φύσιν, τοὺς μὲν ὑπὸ πάντων ἐπαινεῖσθαι καὶ δοκεῖν εὔνους εἶναι τῷ πλήθει, τοῖς δὲ τοὺς μὲν πολλοὺς φθονεῖν καὶ δυσμενῶς ἔχειν,
</p></div><div subtype="section" type="textpart" n="242"><p>ἔστι δʼ οὓς καὶ ἐπαινεῖν αὐτοὺς καὶ θαυμάζειν, καὶ τολμᾶν λέγειν ὡς ἀγαθὰ μείζω τυγχάνουσιν ἔχοντες τῶν τοῖς προγόνοις τοῖς σοῖς προσόντων·  τήν τε γὰρ ὑπεροψίαν σεμνότητος μετέχειν, εὐδοκίμου πράγματος, καὶ δοκεῖν ἅπασι μεγαλοφρονεστέρους εἶναι τοὺς τοιούτους ἢ τοὺς τῆς ἰσότητος προεστῶτας, τούς τε πολεμικοὺς πολὺ διαφέρειν τῶν εἰρηνικῶν·  τοὺς μὲν γὰρ οὔτε κτητικοὺς εἶναι τῶν οὐκ ὄντων οὔτε φύλακας δεινοὺς τῶν ὑπαρχόντων, τοὺς δʼ ἀμφότερα δύνασθαι, καὶ λαμβάνειν ὧν ἂν ἐπιθυμῶσι καὶ σώζειν ἅπερ ἂν ἅπαξ κατάσχωσιν·  ἃ ποιοῦσιν οἱ τέλειοι δοκοῦντες εἶναι τῶν ἀνδρῶν.
</p></div><div subtype="section" type="textpart" n="243"><p>ἀλλὰ μὴν καὶ περὶ τῆς πλεονεξίας καλλίους ἔχειν οἴονται λόγους τῶν εἰρημένων·  τοὺς μὲν γὰρ ἀποστεροῦντας τὰ συμβόλαια καὶ τοὺς παρακρουομένους καὶ παραλογιζομένους οὐχ ἡγοῦνται δικαίως καλεῖσθαι πλεονεκτικούς, διὰ γὰρ τὸ πονηρὰν ἔχειν τὴν δόξαν ἐν ἅπασιν αὐτοὺς ἐλαττοῦσθαι τοῖς πράγμασι, τὰς δὲ Σπαρτιατῶν πλεονεξίας καὶ τὰς τῶν βασιλέων καὶ τὰς τῶν τυράννων εὐκτὰς μὲν εἶναι, καὶ ἅπαντας αὐτῶν ἐπιθυμεῖν,
</p></div><div subtype="section" type="textpart" n="244"><p>οὐ μὴν ἀλλὰ λοιδορεῖσθαι καὶ καταρᾶσθαι τοῖς τὰς τηλικαύτας ἔχουσι δυναστείας·  οὐδένα δὲ τοιοῦτον εἶναι τὴν φύσιν ὅστις οὐκ ἂν εὔξαιτο τοῖς θεοῖς μάλιστα μὲν αὐτὸς τυχεῖν τῆς ἐξουσίας ταύτης, εἰ δὲ μή, τοὺς οἰκειοτάτους·  ᾧ καὶ φανερόν ἐστιν ὅτι μέγιστον τῶν ἀγαθῶν ἅπαντες εἶναι νομίζομεν τὸ πλέον ἔχειν τῶν ἄλλων.
<milestone ed="perseus" unit="para"/>τὴν μὲν οὖν περιβολὴν τοῦ λόγου δοκεῖς μοι ποιήσασθαι μετὰ τοιαύτης διανοίας.
</p></div><div subtype="section" type="textpart" n="245"><p>εἰ μὲν οὖν ἡγούμην ἀφέξεσθαι σε τῶν εἰρημένων καὶ παραλείψειν ἀνεπιτίμητον τὸν λόγον τοῦτον, οὐδʼ ἂν αὐτὸς ἔτι λέγειν ἐπεχείρουν·  νῦν δʼ ὅτι μὲν οὐκ ἀπεφηνάμην περὶ ὧν παρεκλήθην σύμβουλος, οὐδὲν οἶμαί σοι μελήσειν, οὐδὲ γὰρ ὅτε συνῆγες ἡμᾶς, ἐδόκεις μοι σπουδάζειν περὶ αὐτῶν,
</p></div></div></body></text></TEI>