οἷός περ ὁ λόγος ὁ διαναγνωσθείς ἐστιν, ἐν ᾧ πεποίηκας τοὺς μὲν σοὺς προγόνους εἰρηνικοὺς καὶ φιλέλληνας καὶ τῆς ἰσότητος τῆς ἐν ταῖς πολιτείαις ἡγεμόνας, Σπαρτιάτας δʼ ὑπεροπτικοὺς καὶ πολεμικοὺς καὶ πλεονέκτας, οἵους περ αὐτοὺς εἶναι πάντες ὑπειλήφασιν. τοιαύτην δʼ ἑκατέρων ἐχόντων τὴν φύσιν, τοὺς μὲν ὑπὸ πάντων ἐπαινεῖσθαι καὶ δοκεῖν εὔνους εἶναι τῷ πλήθει, τοῖς δὲ τοὺς μὲν πολλοὺς φθονεῖν καὶ δυσμενῶς ἔχειν, ἔστι δʼ οὓς καὶ ἐπαινεῖν αὐτοὺς καὶ θαυμάζειν, καὶ τολμᾶν λέγειν ὡς ἀγαθὰ μείζω τυγχάνουσιν ἔχοντες τῶν τοῖς προγόνοις τοῖς σοῖς προσόντων· τήν τε γὰρ ὑπεροψίαν σεμνότητος μετέχειν, εὐδοκίμου πράγματος, καὶ δοκεῖν ἅπασι μεγαλοφρονεστέρους εἶναι τοὺς τοιούτους ἢ τοὺς τῆς ἰσότητος προεστῶτας, τούς τε πολεμικοὺς πολὺ διαφέρειν τῶν εἰρηνικῶν· τοὺς μὲν γὰρ οὔτε κτητικοὺς εἶναι τῶν οὐκ ὄντων οὔτε φύλακας δεινοὺς τῶν ὑπαρχόντων, τοὺς δʼ ἀμφότερα δύνασθαι, καὶ λαμβάνειν ὧν ἂν ἐπιθυμῶσι καὶ σώζειν ἅπερ ἂν ἅπαξ κατάσχωσιν· ἃ ποιοῦσιν οἱ τέλειοι δοκοῦντες εἶναι τῶν ἀνδρῶν.