ἐν ἀρχῇ μὲν οὖν οὕτω μοι φαίνει τάξαι καὶ βουλεύσασθαι περὶ αὐτῶν, εἰδὼς δὲ σαυτὸν ἐπῃνεκότα τὴν Σπαρτιατῶν διοίκησιν ὡς οὐδεὶς ἄλλος, φοβεῖσθαι τοὺς ἀκηκοότας, μὴ δόξῃς ὅμοιος εἶναι τοῖς λέγουσιν ὅ τι ἂν τύχωσι καὶ τούτους νῦν ψέγειν οὓς πρότερον ἐπῄνεις μᾶλλον τῶν ἄλλων· ταῦτʼ ἐνθυμηθεὶς σκοπεῖσθαι ποίους τινὰς ἂν ἑκατέρους εἶναι φήσας ἀληθῆ τε λέγειν δόξειας περὶ ἀμφοτέρων, ἔχοις τʼ ἂν τοὺς μὲν προγόνους ἐπαινεῖν, οὕσπερ βούλει, Σπαρτιατῶν δὲ δοκεῖν μὲν κατηγορεῖν τοῖς ἀηδῶς πρὸς αὐτοὺς διακειμένοις, μηδὲν δὲ ποιεῖν τοιοῦτον ἀλλὰ λανθάνειν ἐπαινῶν αὐτούς· ζητῶν δὲ τὰ τοιαῦτα ῥᾳδίως εὑρεῖν λόγους ἀμφιβόλους καὶ μηδὲν μᾶλλον μετὰ τῶν ἐπαινούντων ἢ τῶν ψεγόντων ὄντας, ἀλλʼ ἐπαμφοτερίζειν δυναμένους καὶ πολλὰς ἀμφισβητήσεις ἔχοντας, οἷς χρῆσθαι περὶ μὲν συμβολαίων καὶ περὶ πλεονεξίας ἀγωνιζόμενον αἰσχρὸν καὶ πονηρίας οὐ μικρὸν σημεῖον, περὶ δὲ φύσεως ἀνθρώπων διαλεγόμενον καὶ πραγμάτων καλὸν καὶ φιλόσοφον.