<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="235"><p> “θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες, οὓς οἶσθʼ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. εἰθισμένοι δʼ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι, περὶ ὧν ἂν σπουδάζωσι, μάλιστα μὲν τοῖς ἄμεινον αὑτῶν φρονοῦσιν, εἰ δὲ μή, τοῖς μέλλουσιν ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην·  ὧν τἀναντία σὺ πεποίηκας.
</p></div><div subtype="section" type="textpart" n="236"><p>τούτων μὲν οὖν οὐδέτερον ἀποδέχομαι τῶν λόγων, δοκεῖς δέ μοι ποιήσασθαι τήν τε παράκλησιν τὴν ἡμετέραν καὶ τὸν ἔπαινον τὸν τῆς πόλεως οὐχ ἁπλῶς, οὐδʼ ὡς διείλεξαι πρὸς ἡμᾶς, ἀλλʼ ἡμῶν μὲν πεῖραν λαβεῖν βουλόμενος, εἰ φιλοσοφοῦμεν καὶ μεμνήμεθα τῶν ἐν ταῖς διατριβαῖς λεγομένων καὶ συνιδεῖν δυνηθεῖμεν ἂν ὃν τρόπον ὁ λόγος τυγχάνει γεγραμμένος,
</p></div></div></body></text></TEI>