<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="231"><p>δῆλος δʼ ἦν οὕτω διακείμενος·  ἐπειδὴ γὰρ ἡσυχίας ἐπελαβόμην, οὐ πρότερον ἐπαυσάμην πρὶν ὑπέβαλον τῷ παιδὶ τὸν λόγον, ὃν ὀλίγῳ μὲν πρότερον μεθʼ ἡδονῆς διῆλθον, μικρῷ δʼ ὕστερον ἤμελλέ με λυπήσειν. τριῶν γὰρ ἢ τεττάρων ἡμερῶν διαλειφθεισῶν ἀναγιγνώσκων αὐτὰ καὶ διεξιών, ἐπὶ μὲν οἷς περὶ τῆς πόλεως ἦν εἰρηκώς, οὐκ ἠχθόμην, καλῶς γὰρ καὶ δικαίως ἦν ἅπαντα περὶ αὐτῆς γεγραφώς,
</p></div><div subtype="section" type="textpart" n="232"><p>ἐπὶ δὲ τοῖς περὶ Λακεδαιμονίων ἐλυπήθην καὶ βαρέως ἔφερον·  οὐ γὰρ μετρίως ἐδόκουν μοι διειλέχθαι περὶ αὐτῶν οὐδʼ ὁμοίως τοῖς ἄλλοις, ἀλλʼ ὀλιγώρως καὶ λίαν πικρῶς καὶ παντάπασιν ἀνοήτως·  ὥστε πολλάκις ὁρμήσας ἐξαλείφειν αὐτὸν ἢ κατακάειν μετεγίγνωσκον, ἐλεῶν τὸ γῆρας τοὐμαυτοῦ καὶ τὸν πόνον τὸν περὶ τὸν λόγον γεγενημένον.
</p></div><div subtype="section" type="textpart" n="233"><p><milestone ed="perseus" unit="para"/>ἐν τοιαύτῃ δὲ μοι ταραχῇ καθεστηκότι καὶ μεταβολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακαλέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύσασθαι μετʼ αὐτῶν, πότεροι ἀφανιστέος παντάπασίν ἐστιν ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δʼ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλʼ εὐθὺς παρεκέκληντο μὲν οὓς εἶπον, προειρηκὼς δʼ ἦν αὐτοῖς ἐφʼ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δʼ ὁ λόγος, ἐπῃνημένος δʼ ἦν καὶ τεθορυβημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.
</p></div><div subtype="section" type="textpart" n="234"><p><milestone ed="perseus" unit="para"/>ἁπάντων δὲ τούτων ἐπιτετελεσμένων οἱ μὲν ἄλλοι διελέγοντο πρὸς σφᾶς αὐτούς, δῆλον ὅτι περὶ τῶν ἀναγνωσθέντων·  ὃν δʼ ἐξ ἀρχῆς μετεπεμψάμεθα σύμβουλον, τὸν Λακεδαιμονίων ἐπαινέτην, πρὸς ὃν πλείω διελέχθην τοῦ δέοντος, σιωπὴν ποιησάμενος καὶ πρὸς ἐμὲ βλέψας ἀπορεῖν ἔφασκεν ὅ τι χρήσηται τοῖς παροῦσιν·  οὔτε γὰρ ἀπιστεῖν βούλεσθαι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, οὔτε πιστεύειν δύνασθαι παντάπασιν αὐτοῖς.
</p></div><div subtype="section" type="textpart" n="235"><p> “θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες, οὓς οἶσθʼ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. εἰθισμένοι δʼ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι, περὶ ὧν ἂν σπουδάζωσι, μάλιστα μὲν τοῖς ἄμεινον αὑτῶν φρονοῦσιν, εἰ δὲ μή, τοῖς μέλλουσιν ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην·  ὧν τἀναντία σὺ πεποίηκας.
</p></div></div></body></text></TEI>