ταῦτʼ εἰπὼν κατέσχον πρὸς ὃν τοὺς λόγους ἐποιούμην, ἄνδρα δεινὸν καὶ πολλῶν ἔμπειρον καὶ περὶ τὸ λέγειν γεγυμνασμένον οὐδενὸς ἧττον τῶν ἐμοὶ πεπλησιακότων. οὐ μὴν τὰ μειράκια τὰ πᾶσι παραγεγενημένα τούτοις τὴν αὐτὴν ἐμοὶ γνώμην ἔσχεν, ἀλλʼ ἐμὲ μὲν ἐπῄνεσαν ὡς διειλεγμένον τε νεαρωτέρως ἢ προσεδόκησαν ἠγωνισμένον τε καλῶς, ἐκείνου δὲ κατεφρόνησαν, οὐκ ὀρθῶς γιγνώσκοντες, ἀλλὰ διημαρτηκότες ἀμφοτέρων ἡμῶν. ὁ μὲν γὰρ ἀπῄει φρονιμώτερος γεγενημένος καὶ συνεσταλμένην ἔχων τὴν διάνοιαν, ὥσπερ χρὴ τοὺς εὖ φρονοῦντας, καὶ πεπονθὼς τὸ γεγραμμένον ἐν Δελφοῖς, αὑτόν τʼ ἐγνωκὼς καὶ τὴν Λακεδαιμονίων φύσιν μᾶλλον ἢ πρότερον· ἐγὼ δʼ ὑπελειπόμην ἐπιτυχῶς μὲν ἴσως διειλεγμένος, ἀνοητότερος δὲ διʼ αὐτὸ τοῦτο γεγενημένος, καὶ φρονῶν μεῖζον ἢ προσῆκε τοὺς τηλικούτους, καὶ ταραχῆς μειρακιώδους μεστὸς ὤν.