<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="225"><p><milestone ed="perseus" unit="para"/> ὁ δʼ αὐτὸς οὗτος λόγος καὶ περὶ τὰς ὁμονοίας ἂν ἁρμόσειεν·  καὶ γὰρ ἐκεῖναι τὴν φύσιν εἰσὶν οὐκ ἀνόμοιαι τοῖς εἰρημένοις, ἀλλὰ τὰς μὲν αὐτῶν εὕροιμεν ἂν πλείστων ἀγαθῶν αἰτίας γιγνομένας, τὰς δὲ τῶν μεγίστων κακῶν καὶ συμφορῶν. ὧν μίαν εἶναί φημι καὶ τὴν Σπαρτιατῶν·  εἰρήσεται γὰρ τἀληθές, εἰ καί τισι δόξω λίαν παράδοξα λέγειν.
</p></div><div subtype="section" type="textpart" n="226"><p>οὗτοι γὰρ τῷ ταὐτὰ γιγνώσκειν περὶ τῶν ἔξω πραγμάτων ἀλλήλοις στασιάζειν τοὺς Ἕλληνας ὥσπερ τέχνην ἔχοντες, ἐποίουν, καὶ τὸ χαλεπώτατον ταῖς ἄλλαις πόλεσι τῶν κακῶν γιγνόμενον, τοῦθʼ αὑτοῖς ἁπάντων συμφορώτατον ἐνόμιζον εἶναι·  τὰς γὰρ οὕτω διακειμένας ἐξῆν αὐτοῖς, ὅπως ἠβούλοντο, διοικεῖν. ὥστʼ οὐδεὶς ἂν αὐτοὺς διά γε τὴν ὁμόνοιαν δικαίως ἐπαινέσειεν, οὐδὲν μᾶλλον ἢ τοὺς καταποντιστὰς καὶ λῃστὰς καὶ τοὺς περὶ τὰς ἄλλας ἀδικίας ὄντας·  καὶ γὰρ ἐκεῖνοι σφίσιν αὐτοῖς ὁμονοοῦντες τοὺς ἄλλους ἀπολλύουσιν.
</p></div></div></body></text></TEI>