<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="223"><p>καὶ τοὺς μὲν νομίμως καὶ καλῶς χρωμένους οἷς ἐμελέτησαν ἐπαινεῖν καὶ τιμᾶν, τοὺς δὲ πλημμελοῦντας καὶ κακουργοῦντας ψέγειν καὶ μισεῖν καὶ φυλάττεσθαι τὸν τρόπον αὐτῶν, ἐνθυμουμένους ὡς οὐχ αἱ φύσεις αἱ τῶν πραγμάτων οὔτʼ ὠφελοῦσιν οὔτε βλάπτουσιν ἡμᾶς, ἀλλʼ ὡς αἱ τῶν ἀνθρώπων χρήσεις καὶ πράξεις ἁπάντων ἡμῖν αἴτιαι τῶν συμβαινόντων εἰσίν.
</p></div><div subtype="section" type="textpart" n="224"><p>γνοίη δʼ ἄν τις ἐκεῖθεν·  τὰ γὰρ αὐτὰ πανταχῇ καὶ μηδαμῇ διαφέροντα τοῖς μὲν ὠφέλιμα τοῖς δὲ βλαβερὰ γίγνεται. καίτοι τὴν μὲν φύσιν ἕκαστον τῶν ὄντων τὴν ἐναντίαν αὐτὴν αὑτῇ καὶ μὴ αὐτὴν οὐκ εὔκολόν ἐστιν·  τὸ δὲ μηδὲν τῶν αὐτῶν συμβαίνειν τοῖς ὀρθῶς καὶ δικαίως πράττουσι καὶ τοῖς ἀσελγῶς τε καὶ κακῶς, τίνι τῶν ὀρθῶς λογιζομένων οὐκ ἂν εἰκότως ταῦτα γίγνεσθαι δόξειεν;
</p></div></div></body></text></TEI>