ταῦτʼ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδʼ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλʼ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγουσ” ἐμὲ λέγων “ὡς ἅπαντʼ ἀποδεχομένου μου τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις, ἐμοῦ δʼ οὐ δικαίως κατηγορεῖν. ἐγὼ γὰρ ἐλυπήθην μὲν τὸν λόγον ἀναγιγνώσκων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐ μὴν οὕτως ὡς ἐπὶ τῷ μηδὲν ἀντειπεῖν ὑπὲρ αὐτῶν δύνασθαι τοῖς γεγραμμένοις, εἰθισμένος τὸν ἄλλον χρόνον ἐπαινεῖν. εἰς τοιαύτην δʼ ἀπορίαν καταστὰς εἶπον ὅπερ ἦν λοιπόν, ὡς εἰ καὶ μηδὲν διʼ ἄλλο, διά γʼ ἐκεῖνο δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιμεν, ὅτι τοῖς καλλίστοις τῶν ἐπιτηδευμάτων χρώμενοι τυγχάνουσιν.