καὶ ταύτης ἤν τις ἐπιδείξῃ παιδείαν μᾶλλον ἀγαπωμένην ἢ σπουδαιοτέραν παρʼ αὐτοῖς εἶναι νομιζομένην, ὁμολογῶ μηδὲν ἀληθὲς εἰρηκέναι μηδὲ περὶ ἑνὸς πώποτε πράγματος. καίτοι τί τῶν τοιούτων ἔργων καλόν ἐστιν ἢ σεμνόν, ἀλλʼ οὐκ αἰσχύνης ἄξιον; πῶς δʼ οὐκ ἀνοήτους χρὴ νομίζειν τοὺς ἐπαινοῦντας τοὺς τοσοῦτον τῶν νόμων τῶν κοινῶν ἐξεστηκότας καὶ μηδὲν τῶν αὐτῶν μήτε τοῖς Ἕλλησι μήτε τοῖς βαρβάροις γιγνώσκοντας; οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦντας κακουργοῦντας vulg.: κατηγοροῦντας Γ. καὶ κλέπτοντας πονηροτέρους πονηροτέρους vulg.: πονηροτάτους Γ. τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσι καὶ μάλιστα τιμῶσιν. καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον, ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;”