<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="209"><p>ὧν Λακεδαιμόνιοι πλέον ἀπέχουσι τῶν βαρβάρων·  οἱ μὲν γὰρ ἂν φανεῖεν πολλῶν εὑρημάτων καὶ μαθηταὶ καὶ διδάσκαλοι γεγονότες, οὗτοι δὲ τοσοῦτον ἀπολελειμμένοι τῆς κοινῆς παιδείας καὶ φιλοσοφίας εἰσὶν ὥστʼ οὐδὲ γράμματα μανθάνουσιν, ἃ τηλικαύτην ἔχει δύναμιν ὥστε τοὺς ἐπισταμένους καὶ χρωμένους αὐτοῖς μὴ μόνον ἐμπείρους γίγνεσθαι τῶν ἐπὶ τῆς ἡλικίας τῆς αὑτῶν πραχθέντων ἀλλὰ καὶ τῶν πώποτε γενομένων.
</p></div><div subtype="section" type="textpart" n="210"><p>ἀλλʼ ὅμως σὺ καὶ τοὺς τῶν τοιούτων ἀμαθεῖς ὄντας ἐτόλμησας εἰπεῖν ὡς εὑρεταὶ τῶν καλλίστων ἐπιτηδευμάτων γεγόνασι, καὶ ταῦτʼ εἰδὼς ὅτι τοὺς παῖδας τοὺς ἑαυτῶν ἐθίζουσι περὶ τοιαύτας πραγματείας διατρίβειν, ἐξ ὧν ἐλπίζουσιν αὐτοὺς οὐκ εὐεργέτας γενήσεσθαι τῶν ἄλλων, ἀλλὰ κακῶς ποιεῖν μάλιστα δυνήσεσθαι τοὺς Ἕλληνας.
</p></div></div></body></text></TEI>