τούτων δʼ οὕτως ἐχόντων, εἰ μὲν τυγχάνεις ἀληθῆ λέγων τούτους φάσκων εὑρετὰς γεγενῆσθαι τῶν καλλίστων ἐπιτηδευμάτων, ἀναγκαῖόν ἐστι τοὺς πολλαῖς γενεαῖς πρότερον γεγονότας, πρὶν Σπαρτιάτας ἐνταῦθα κατοικῆσαι, μὴ μετέχειν αὐτῶν, μήτε τοὺς ἐπὶ Τροίαν στρατευσαμένους μήτε τοὺς περὶ Ἡρακλέα καὶ Θησέα γεγονότας μήτε Μίνω τὸν Διὸς μήτε Ῥαδάμανθυν μήτʼ Αἰακὸν μήτε τῶν ἄλλων μηδένα τῶν ὑμνουμένων ἐπὶ ταῖς ἀρεταῖς ταύταις, ἀλλὰ ψευδῆ τὴν δόξαν ταύτην ἅπαντας ἔχειν· εἰ δὲ σὺ μὲν φλυαρῶν τυγχάνεις, προσήκει δὲ τοὺς ἀπὸ θεῶν γεγονότας καὶ χρῆσθαι ταύταις μᾶλλον τῶν ἄλλων καὶ καταδεῖξαι τοῖς ἐπιγιγνομένοις, οὐκ ἔστιν ὅπως οὐ μαίνεσθαι δόξεις ἅπασι τοῖς ἀκούσασιν, οὕτως εἰκῇ καὶ παρανόμως οὓς ἂν τύχῃς ἐπαινῶν. ἔπειτʼ εἰ μὲν εὐλόγεις αὐτοὺς οὐδὲν ἀκηκοὼς τῶν ἐμῶν, ἐλήρεις μὲν ἄν, οὐ μὴν ἐναντία γε λέγων ἐφαίνου σαυτῷ·