τοῦτο δὲ ῥηθὲν οὕτω βραχὺ καὶ μικρὸν αἴτιον ἐγένετο τοῦ μήτε καταλῦσαί με τὸν λόγον ἐφʼ ὧν ἐβουλήθην, ὑπολαβεῖν θʼ ὡς αἰσχρὸν ποιήσω καὶ δεινόν, εἰ παρὼν περιόψομαί τινα τῶν ἐμοὶ πεπλησιακότων πονηροῖς λόγοις χρώμενον. ταῦτα δὲ διανοηθεὶς ἠρόμην αὐτὸν εἰ μηδὲν φροντίζει τῶν παρόντων, μηδʼ αἰσχύνεται λόγον εἰρηκὼς ἀσεβῆ καὶ ψευδῆ καὶ πολλῶν ἐναντιώσεων μεστόν. “γνώσει δʼ ὡς ἔστι τοιοῦτος, ἢν ἐρωτήσῃς τινὰς τῶν εὖ φρονούντων ποῖα τῶν ἐπιτηδευμάτων κάλλιστα νομίζουσιν εἶναι, καὶ μετὰ ταῦτα πόσος χρόνος ἐστὶν ἐξ οὗ Σπαρτιᾶται τυγχάνουσιν ἐν Πελοποννήσῳ κατοικοῦντες. οὐδεὶς γὰρ ὅστις οὐ τῶν μὲν ἐπιτηδευμάτων προκρινεῖ τὴν εὐσέβειαν τὴν περὶ τοὺς θεοὺς καὶ τὴν δικαιοσύνην τὴν περὶ τοὺς ἀνθρώπους καὶ τὴν φρόνησιν τὴν περὶ τὰς ἄλλας πράξεις, Σπαρτιάτας δʼ ἐνταῦθα κατοικεῖν οὐ πλείω φήσουσιν ἐτῶν ἑκτακοσίων.