ἐλθὼν δʼ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον ʽτὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν;ʼ, ἐδυσχέρανε μὲν ἐπʼ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσε δʼ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παραπλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν· οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις. ἐδήλωσε δὲ διὰ ταχέων· ἐτόλμησε γὰρ εἰπεῖν ὡς εἰ καὶ μηδὲν ἄλλο πεποιήκασι τοὺς Ἕλληνας ἀγαθόν, ἀλλʼ οὖν ἐκεῖνό γε δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιεν, ὅτι τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων εὑρόντες αὐτοί τε χρῶνται καὶ τοῖς ἄλλοις κατέδειξαν. τοῦτο δὲ ῥηθὲν οὕτω βραχὺ καὶ μικρὸν αἴτιον ἐγένετο τοῦ μήτε καταλῦσαί με τὸν λόγον ἐφʼ ὧν ἐβουλήθην, ὑπολαβεῖν θʼ ὡς αἰσχρὸν ποιήσω καὶ δεινόν, εἰ παρὼν περιόψομαί τινα τῶν ἐμοὶ πεπλησιακότων πονηροῖς λόγοις χρώμενον. ταῦτα δὲ διανοηθεὶς ἠρόμην αὐτὸν εἰ μηδὲν φροντίζει τῶν παρόντων, μηδʼ αἰσχύνεται λόγον εἰρηκὼς ἀσεβῆ καὶ ψευδῆ καὶ πολλῶν ἐναντιώσεων μεστόν. “γνώσει δʼ ὡς ἔστι τοιοῦτος, ἢν ἐρωτήσῃς τινὰς τῶν εὖ φρονούντων ποῖα τῶν ἐπιτηδευμάτων κάλλιστα νομίζουσιν εἶναι, καὶ μετὰ ταῦτα πόσος χρόνος ἐστὶν ἐξ οὗ Σπαρτιᾶται τυγχάνουσιν ἐν Πελοποννήσῳ κατοικοῦντες. οὐδεὶς γὰρ ὅστις οὐ τῶν μὲν ἐπιτηδευμάτων προκρινεῖ τὴν εὐσέβειαν τὴν περὶ τοὺς θεοὺς καὶ τὴν δικαιοσύνην τὴν περὶ τοὺς ἀνθρώπους καὶ τὴν φρόνησιν τὴν περὶ τὰς ἄλλας πράξεις, Σπαρτιάτας δʼ ἐνταῦθα κατοικεῖν οὐ πλείω φήσουσιν ἐτῶν ἑκτακοσίων. τούτων δʼ οὕτως ἐχόντων, εἰ μὲν τυγχάνεις ἀληθῆ λέγων τούτους φάσκων εὑρετὰς γεγενῆσθαι τῶν καλλίστων ἐπιτηδευμάτων, ἀναγκαῖόν ἐστι τοὺς πολλαῖς γενεαῖς πρότερον γεγονότας, πρὶν Σπαρτιάτας ἐνταῦθα κατοικῆσαι, μὴ μετέχειν αὐτῶν, μήτε τοὺς ἐπὶ Τροίαν στρατευσαμένους μήτε τοὺς περὶ Ἡρακλέα καὶ Θησέα γεγονότας μήτε Μίνω τὸν Διὸς μήτε Ῥαδάμανθυν μήτʼ Αἰακὸν μήτε τῶν ἄλλων μηδένα τῶν ὑμνουμένων ἐπὶ ταῖς ἀρεταῖς ταύταις, ἀλλὰ ψευδῆ τὴν δόξαν ταύτην ἅπαντας ἔχειν· εἰ δὲ σὺ μὲν φλυαρῶν τυγχάνεις,