<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="197"><p>ἀλλὰ πάντα τὰ τοιαῦτα διαφυγόντες ἐνέμειναν τοῖς ἤθεσιν οἷς εἶχον διὰ τὸ πολιτεύεσθαι καλῶς, μεῖζον φρονοῦντες ἐπὶ τῇ τῆς ψυχῆς ἕξει καὶ ταῖς διανοίαις ταῖς αὑτῶν ἢ ταῖς μάχαις ταῖς γεγενημέναις, καὶ μᾶλλον ὑπὸ τῶν ἄλλων θαυμαζόμενοι διὰ τὴν καρτερίαν ταύτην καὶ σωφροσύνην ἢ διὰ τὴν ἀνδρίαν τὴν ἐν τοῖς κινδύνοις αὐτοῖς παραγενομένην· 
</p></div><div subtype="section" type="textpart" n="198"><p> ἑώρων γὰρ πάντες τὴν μὲν εὐψυχίαν τὴν πολεμικὴν πολλοὺς ἔχοντας καὶ τῶν ταῖς κακουργίαις ὑπερβαλλόντων, τῆς δὲ χρησίμης ἐπὶ πᾶσι καὶ πάντας δυναμένης ὠφελεῖν οὐ κοινωνοῦντας τοὺς πονηρούς, ἀλλὰ μόνοις ἐγγιγνομένην τοῖς καλῶς γεγονόσι καὶ τεθραμμένοις καὶ πεπαιδευμένοις, ἅπερ προσῆν τοῖς τότε τὴν πόλιν διοικοῦσι καὶ τῶν εἰρημένων ἀγαθῶν ἁπάντων αἰτίοις καταστᾶσιν.
</p></div></div></body></text></TEI>