περὶ μὲν οὖν τοῖν δυοῖν πολέμοιν ἐν τοῖς ἔμπροσθεν ἱκανῶς εἰρήκαμεν, περὶ δὲ τοῦ τρίτου ποιήσομαι τοὺς λόγους, ὃς ἐγένετο τῶν μὲν Ἑλληνίδων πόλεων ἄρτι κατῳκισμένων, τῆς δʼ ἡμετέρας ἔτι βασιλευομένης. ἐφʼ ὧν καὶ πόλεμοι πλεῖστοι καὶ κίνδυνοι μέγιστοι συνέπεσον, οὓς ἅπαντας μὲν οὔθʼ εὑρεῖν οὔτʼ εἰπεῖν ἂν δυνηθείην, παραλιπὼν δὲ τὸν πλεῖστον ὄχλον τῶν ἐν ἐκείνῳ μὲν τῷ χρόνῳ πραχθέντων ῥηθῆναι δὲ νῦν οὐ κατεπειγόντων, ὡς ἂν δύνωμαι συντομώτατα πειράσομαι δηλῶσαι τούς τʼ ἐπιστρατεύσαντας τῇ πόλει καὶ τὰς μάχας τὰς ἀξίας μνημονευθῆναι καὶ ῥηθῆναι καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἔτι δὲ τὰς προφάσεις ἃς ἔλεγον, καὶ τὴν δύναμιν τῶν γενῶν τῶν συνακολουθησάντων αὐτοῖς· ἱκανὰ γὰρ ἔσται ταῦτʼ εἰπεῖν πρὸς οἷς περὶ τῶν ἐναντίων εἰρήκαμεν. Θρᾷκες μὲν γὰρ μετʼ Εὐμόλπου τοῦ Ποσειδῶνος εἰσέβαλον εἰς τὴν χώραν ἡμῶν, ὃς ἠμφισβήτησεν Ἐρεχθεῖ τῆς πόλεως, φάσκων Ποσειδῶ πρότερον Ἀθηνᾶς καταλαβεῖν αὐτήν· Σκύθαι δὲ μετʼ Ἀμαζόνων τῶν ἐξ Ἄρεως γενομένων, αἳ τὴν στρατείαν ἐφʼ Ἱππολύτην ἐποιήσαντο, τὴν τούς τε νόμους παραβᾶσαν τοὺς παρʼ αὐταῖς κειμένους, ἐρασθεῖσάν τε Θησέως καὶ συνακολουθήσασαν ἐκεῖθεν καὶ συνοικήσασαν αὐτῷ· Πελοποννήσιοι δὲ μετʼ Εὐρυσθέως, ὃς Ἡρακλεῖ μὲν οὐκ ἔδωκε δίκην ὧν ἡμάρτανεν εἰς αὐτόν, στρατεύσας δʼ ἐπὶ τοὺς ἡμετέρους προγόνους ὡς ἐκληψόμενος βίᾳ τοὺς ἐκείνου παῖδας, παρʼ ἡμῖν γὰρ ἦσαν καταπεφευγότες, ἔπαθεν ἃ προσῆκεν αὐτόν. τοσούτου γὰρ ἐδέησε κύριος γενέσθαι τῶν ἱκετῶν, ὥστε ἡττηθεὶς μάχῃ καὶ ζωγρηθεὶς ὑπὸ τῶν ἡμετέρων, αὐτὸς ἱκέτης γενόμενος τούτων οὓς ἐξαιτῶν ἦλθε, τὸν βίον ἐτελεύτησεν. μετὰ δὲ τοῦτον οἱ πεμφθέντες ὑπὸ Δαρείου τὴν Ἑλλάδα πορθήσοντες, ἀποβάντες εἰς Μαραθῶνα, πλείοσι κακοῖς καὶ μείζοσι συμφοραῖς περιπεσόντες ὧν ἤλπισαν τὴν πόλιν ἡμῶν ποιήσειν, ᾤχοντο φεύγοντες ἐξ ἁπάσης τῆς Ἑλλάδος.