δῆλοι δʼ ἦσαν οὕτως ἔχοντες ἔν τε τοῖς ἄλλοις οἷς διῴκουν τὴν πόλιν, καὶ τοῖς μεγίστοις τῶν πραγμάτων. τριῶν γὰρ πολέμων γενομένων ἄνευ τοῦ Τρωικοῦ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους, ἐν ἅπασι τούτοις πρωτεύουσαν αὐτὴν παρέσχον. ὧν εἷς μὲν ἦν ὁ πρὸς Ξέρξην, ἐν ᾧ πλέον διήνεγκαν Λακεδαιμονίων ἐν ἅπασι τοῖς κινδύνοις ἢ ʼκεῖνοι τῶν ἄλλων, δεύτερος δʼ ὁ περὶ τὴν κτίσιν τῶν ἀποικιῶν, εἰς ὃν Δωριέων μὲν οὐδεὶς ἦλθε συμπολεμήσων, ἡ δὲ πόλις ἡμῶν ἡγεμὼν καταστᾶσα τῶν οὐκ εὐπορούντων καὶ τῶν ἄλλων τῶν βουλομένων τοσοῦτον τὰ πράγματα μετέστησεν, ὥστʼ εἰθισμένων τῶν βαρβάρων τὸν ἄλλον χρόνον τὰς μεγίστας πόλεις τῶν Ἑλληνίδων καταλαμβάνειν ἐποίησε τοὺς Ἕλληνας, ἃ πρότερον ἔπασχον, ταῦτα δύνασθαι ποιεῖν.