ἔχοιμι δʼ ἂν τῷ λόγῳ τούτῳ χρήσασθαι καὶ περὶ τῆς συμφορᾶς τῆς Σπαρτιάταις ἐν Θερμοπύλαις γενομένης, ἣν ἅπαντες ὅσοι περ ἀκηκόασιν ἐπαινοῦσι καὶ θαυμάζουσι μᾶλλον ἢ τὰς μάχας καὶ τὰς νίκας τὰς κρατησάσας μὲν τῶν ἐναντίων, πρὸς οὓς δʼ οὐκ ἐχρῆν γεγενημένας· ἃς εὐλογεῖν τινες τολμῶσι, κακῶς εἰδότες ὡς οὐδὲν οὔθʼ ὅσιον οὔτε καλόν ἐστι τῶν μὴ μετὰ δικαιοσύνης καὶ λεγομένων καὶ πραττομένων. ὧν Σπαρτιάταις μὲν οὐδὲν πώποτʼ ἐμέλησεν· βλέπουσι γὰρ εἰς οὐδὲν ἄλλο πλὴν ὅπως ὡς πλεῖστα τῶν ἀλλοτρίων κατασχήσουσιν· οἱ δʼ ἡμέτεροι περὶ οὐδὲν οὕτω τῶν ὄντων ἐσπούδαζον ὡς τὸ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν· ἡγοῦντο γὰρ οὐδεμίαν ἂν γενέσθαι κρίσιν οὔτʼ ἀληθεστέραν οὔτε δικαιοτέραν τῆς ὑπὸ παντὸς τοῦ γένους γνωσθείσης.