καὶ τί δεῖ μακρολογεῖν ἁπάσας διεξιόντα τὰς ὕβρεις τὰς περὶ τὸ πλῆθος γιγνομένας, ἀλλὰ μὴ τὸ μέγιστον εἰπόντα τῶν κακῶν ἀπαλλαγῆναι τῶν ἄλλων; τῶν γὰρ οὕτω μὲν ἐξ ἀρχῆς δεινὰ πεπονθότων, ἐν δὲ τοῖς παροῦσι καιροῖς χρησίμων ὄντων, ἔξεστι τοῖς ἐφόροις ἀκρίτους ἀποκτεῖναι τοσούτους ὁπόσους ἂν βουληθῶσιν· ἃ τοῖς ἄλλοις Ἕλλησιν οὐδὲ τοὺς πονηροτάτους τῶν οἰκετῶν ὅσιόν ἐστι μιαιφονεῖν. τούτου δʼ ἕνεκα περὶ τῆς οἰκειότητος καὶ τῶν ἡμαρτημένων εἰς αὐτοὺς διὰ πλειόνων διῆλθον, ἵνʼ ἔρωμαι τοὺς ἀποδεχομένους ἁπάσας τὰς Σπαρτιατῶν πράξεις, εἰ καὶ ταύτας ἀποδέχονται, καὶ τὰς μάχας εὐσεβεῖς εἶναι νομίζουσι καὶ καλὰς τὰς πρὸς τούτους γεγενημένας. ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλας μὲν αὐτὰς γεγενῆσθαι καὶ δεινὰς καὶ πολλῶν αἰτίας τοῖς μὲν ἡττηθεῖσι κακῶν τοῖς δὲ κατορθώσασι λημμάτων, ὧνπερ ἕνεκα πολεμοῦντες ἅπαντα τὸν χρόνον διατελοῦσιν, οὐ μὴν ὁσίας οὐδὲ καλὰς οὐδὲ πρεπούσας τοῖς ἀρετῆς ἀντιποιουμένοις, μὴ τῆς ἐπὶ τῶν τεχνῶν ὀνομαζομένης καὶ πολλῶν ἄλλων, ἀλλὰ τῆς τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν ἐν ταῖς ψυχαῖς μετʼ εὐσεβείας καὶ δικαιοσύνης ἐγγιγνομένης, περὶ ἧς ἅπας ὁ λόγος ἐστίν. ἧς ὀλιγωροῦντές τινες ἐγκωμιάζουσι τοὺς πλείω τῶν ἄλλων ἡμαρτηκότας, καὶ οὐκ αἰσθάνονται τὰς διανοίας ἐπιδεικνύντες τὰς σφετέρας αὐτῶν, ὅτι κἀκείνους ἂν ἐπαινέσειαν, τοὺς πλείω μὲν κεκτημένους τῶν ἱκανῶν, ἀποκτεῖναι δʼ ἂν τολμήσαντας τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν καὶ τοὺς ἑταίρους καὶ τοὺς κοινωνοὺς ὥστε καὶ τἀκείνων λαβεῖν· ὅμοια γὰρ τὰ τοιαῦτα τῶν ἔργων ἐστὶ τοῖς ὑπὸ Σπαρτιατῶν πεπραγμένοις, ἃ τοὺς ἀποδεχομένους ἀναγκαῖόν ἐστι καὶ περὶ τῶν εἰρημένων ἄρτι τὴν αὐτὴν ἔχειν γνώμην. θαυμάζω δʼ εἴ τινες τὰς μάχας καὶ τὰς νίκας τὰς παρὰ τὸ δίκαιον γιγνομένας μὴ νομίζουσιν αἰσχίους εἶναι καὶ πλειόνων ὀνειδῶν μεστὰς ἢ τὰς ἥττας τὰς ἄνευ κακίας συμβαινούσας, καὶ τοῦτʼ εἰδότες ὅτι μεγάλαι δυνάμεις πονηραὶ δὲ πολλάκις γίγνονται κρείττους ἀνδρῶν σπουδαίων καὶ κινδυνεύειν ὑπὲρ τῆς πατρίδος αἱρουμένων.