περὶ μὲν οὖν τούτων οἶδʼ ὅτι καλῶς γέγραφα καὶ συμφερόντως· ὅσον δʼ ἡ πόλις ἡμῶν διέφερε τὰ περὶ τὸν πόλεμον κατʼ ἐκεῖνον τὸν χρόνον, τοῦτο γὰρ ἀποδεῖξαι βουλόμενος διῆλθον τὰ γενόμενα Θήβῃσιν, ἡγοῦμαι τὴν πρᾶξιν ἐκείνην ἅπασι σαφῶς δηλοῦν, τὴν τὸν μὲν βασιλέα τὸν Ἀργείων ἀναγκάσασαν ἱκέτην γενέσθαι τῆς πόλεως τῆς ἡμετέρας, τοὺς δὲ κυρίους ὄντας Θηβῶν οὕτω διαθεῖσαν, ὥστε ἑλέσθαι μᾶλλον αὐτοὺς ἐμμεῖναι τοῖς λόγοις τοῖς ὑπὸ τῆς πόλεως πεμφθεῖσιν ἢ τοῖς νόμοις τοῖς ὑπὸ τοῦ δαιμονίου κατασταθεῖσιν· ὧν οὐδὲν ἂν οἵα τʼ ἐγένετο διοικῆσαι κατὰ τρόπον ἡ πόλις ἡμῶν, εἰ μὴ καὶ τῇ δόξῃ καὶ τῇ δυνάμει πολὺ διήνεγκε τῶν ἄλλων.