πολλῶν δὲ γιγνομένων τῶν ταῦτα βουλομένων καὶ πειθομένων, στρατόπεδα συνιστάντες ἐξ αὐτῶν, τούς τε τὰς νήσους κατέχοντας τῶν βαρβάρων καὶ τοὺς ἐφʼ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικοῦντας καταστρεφόμενοι, καὶ πάντας ἐκβαλόντες, τοὺς μάλιστα βίου δεομένους τῶν Ἑλλήνων κατῴκιζον. καὶ ταῦτα πράττοντες καὶ τοῖς ἄλλοις ὑποδεικνύοντες διετέλουν, ἕως ἤκουσαν Σπαρτιάτας τὰς πόλεις τὰς ἐν Πελοποννήσῳ κατοικούσας, ὥσπερ εἶπον, ὑφʼ αὑτοῖς πεποιημένους· μετὰ δὲ ταῦτα τοῖς ἰδίοις ἠναγκάζοντο προσέχειν τὸν νοῦν. τί οὖν ἐστὶ τὸ συμβεβηκὸς ἀγαθὸν ἐκ τοῦ πολέμου τοῦ περὶ τὰς ἀποικίας καὶ πραγματείας; τοῦτο γὰρ οἶμαι μάλιστα ποθεῖν ἀκοῦσαι τοὺς πολλούς. τοῖς μὲν Ἕλλησιν εὐπορωτέροις γενέσθαι τὰ περὶ τὸν βίον καὶ μᾶλλον ὁμονοεῖν τοσούτων τὸ πλῆθος καὶ τοιούτων ἀνθρώπων ἀπαλλαγεῖσι, τοῖς δὲ βαρβάροις ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον, τοῖς δʼ αἰτίοις τούτων γεγενημένοις εὐδοκιμεῖν καὶ δοκεῖν διπλασίαν πεποιηκέναι τὴν Ἑλλάδα τῆς ἐξ ἀρχῆς συστάσης. μεῖζον μὲν οὖν εὐεργέτημα τούτου καὶ κοινότερον τοῖς Ἕλλησι γεγενημένον παρὰ τῶν προγόνων τῶν ἡμετέρων οὐκ ἂν δυναίμην ἐξευρεῖν· οἰκειότερον δὲ τῇ περὶ τὸν πόλεμον ἐπιμελείᾳ καὶ δόξης οὐκ ἐλάττονος ἄξιον καὶ πᾶσι φανερώτερον ἴσως ἕξομεν εἰπεῖν. τίς γὰρ οὐκ οἶδεν, ἢ τίς οὐκ ἀκήκοε τῶν τραγῳδοδιδασκάλων Διονυσίοις, τὰς Ἀδράστῳ γενομένας ἐν Θήβαις συμφοράς, ὅτι κατάγειν βουληθεὶς τὸν Οἰδίπου μὲν υἱὸν αὑτοῦ δὲ κηδεστὴν παμπληθεῖς μὲν Ἀργείων ἀπώλεσεν, ἅπαντας δὲ τοὺς λοχαγοὺς ἐπεῖδε διαφθαρέντας, αὐτὸς δʼ ἐπονειδίστως σωθείς, ἐπειδὴ σπονδῶν οὐχ οἷός τʼ ἦν τυχεῖν οὐδʼ ἀνελέσθαι τοὺς τετελευτηκότας, ἱκέτης γενόμενος τῆς πόλεως, ἔτι Θησέως αὐτὴν διοικοῦντος, ἐδεῖτο μὴ περιιδεῖν τοιούτους ἄνδρας ἀτάφους γενομένους μηδὲ παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον, ᾧ πάντες ἄνθρωποι χρώμενοι διατελοῦσιν οὐχ ὡς ὑπʼ ἀνθρωπίνης κειμένῳ φύσεως, ἀλλʼ ὡς ὑπὸ δαιμονίας προστεταγμένῳ δυνάμεως; ὧν ἀκούσας οὐδένα χρόνον ἐπισχὼν ὁ δῆμος ἔπεμψε πρεσβείαν εἰς Θήβας, περί τε τῆς ἀναιρέσεως συμβουλεύσοντας αὐτοῖς ὁσιώτερον βουλεύσασθαι καὶ τὴν ἀπόκρισιν νομιμωτέραν ποιήσασθαι τῆς πρότερον γενομένης, κἀκεῖνο ὑποδείξοντας, ὡς ἡ πόλις αὐτοῖς οὐκ ἐπιτρέψει παραβαίνουσι τὸν νόμον τὸν κοινὸν ἁπάντων τῶν Ἑλλήνων.