καὶ τί δεῖ θαυμάζειν τῶν πρὸς ἁπάσας τὰς ὑπεροχὰς οὕτω διακεῖσθαι πεφυκότων, ὅπου καὶ τῶν οἰομένων διαφέρειν καὶ ζηλούντων ἐμὲ καὶ μιμεῖσθαι γλιχομένων τινὲς ἔτι δυσμενέστερον ἔχουσί μοι τῶν ἰδιωτῶν· ὧν τίνας ἄν τις εὕροι πονηροτέρους, εἰρήσεται γάρ, εἰ καί τισι δόξω νεώτερα καὶ βαρύτερα λέγειν τῆς ἡλικίας, οἵτινες οὔτε φράζειν οὐδὲν μέρος ἔχοντες τοῖς μαθηταῖς τῶν εἰρημένων ὑπʼ ἐμοῦ, τοῖς τε λόγοις παραδείγμασι χρώμενοι τοῖς ἐμοῖς καὶ ζῶντες ἐντεῦθεν τοσούτου δέουσι χάριν ἔχειν τούτων, ὥστʼ οὐδʼ ἀμελεῖν ἡμῶν ἐθέλουσιν, ἀλλʼ ἀεί τι φλαῦρον περὶ ἐμοῦ λέγουσιν; ἕως μὲν οὗν τοὺς λόγους μου ἐλυμαίνοντο, παραναγιγνώσκοντες ὡς δυνατὸν κάκιστα τοῖς ἑαυτῶν καὶ διαιροῦντες οὐκ ὀρθῶς καὶ κατακνίζοντες καὶ πάντα τρόπον διαφθείροντες, οὐδὲν ἐφρόντιζον τῶν ἀπαγγελλομένων, ἀλλὰ ῥᾳθύμως εἶχον· μικρὸν δὲ πρὸ τῶν Παναθηναίων τῶν μεγάλων ἠχθέσθην διʼ αὐτούς. ἀπαντήσαντες γάρ τινές μοι τῶν ἐπιτηδείων ἔλεγον ὡς ἐν τῷ Λυκείω συγκαθεζόμενοι τρεῖς ἢ τέτταρες τῶν ἀγελαίων σοφιστῶν καὶ πάντα φασκόντων εἰδέναι καὶ ταχέως πανταχοῦ γιγνομένων διαλέγοιντο περί τε τῶν ἄλλων ποιητῶν καὶ τῆς Ἡσιόδου καὶ τῆς Ὁμήρου ποιήσεως, οὐδὲν μὲν παρʼ αὑτῶν λέγοντες, τὰ δʼ ἐκείνων ῥαψῳδοῦντες καὶ τῶν πρότερον ἄλλοις τισὶν εἰρημένων τὰ χαριέστατα μνημονεύοντες· ἀποδεξαμένων δὲ τῶν περιεστώτων τὴν διατριβὴν αὐτῶν ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαί με διαβάλλειν, λέγονθʼ ὡς ἐγὼ πάντων καταφρονῶ τῶν τοιούτων, καὶ τάς τε φιλοσοφίας τὰς τῶν ἄλλων καὶ τὰς παιδεὶας ἁπάσας ἀναιρῶ, καί φημι πάντας ληρεῖν πλὴν τοὺς μετεσχηκότας τῆς ἐμῆς διατριβῆς· τούτων δὲ ῥηθέντων ἀηδῶς τινας τῶν παρόντων διατεθῆναι πρὸς ἡμᾶς. ὡς μὲν οὖν ἐλυπήθην καὶ συνεταράχθην ἀκούσας ἀποδέξασθαί τινας τοὺς λόγους τούτους, οὐκ ἂν δυναίμην εἰπεῖν· ᾤμην γὰρ οὕτως ἐπιφανὴς εἶναι τοῖς ἀλαζονευομένοις πολεμῶν καὶ περὶ ἐμαυτοῦ μετρίως διειλεγμένος, μᾶλλον δὲ ταπεινῶς, ὥστε μηδένʼ ἄν ποτε γενέσθαι πιστὸν τῶν λεγόντων ὡς ἐγὼ τοιαύταις ἀλαζονείαις ἐχρησάμην.