<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="159"><p>καὶ τοσοῦτον ἀπολειφθέντες τῆς τοῦ βαρβάρου φρονήσεως, οὔτʼ ἐν ἐκείνοις τοῖς χρόνοις ἤλγησαν ἀξίως ὧν ἔπαθον οὐδʼ ὡς προσῆκεν αὐτούς, οὔτε νῦν αἱ μέγισται τῶν Ἑλληνίδων πόλεων αἰσχύνονται διακολακευόμεναι πρὸς τὸν ἐκείνου πλοῦτον, ἀλλʼ ἡ μὲν Ἀργείων καὶ Θηβαίων Αἴγυπτον αὐτῷ συγκατεπολέμησεν, ἵνʼ ὡς μεγίστην ἔχων δύναμιν ἐπιβουλεύῃ τοῖς Ἕλλησιν, ἡμεῖς δὲ καὶ Σπαρτιᾶται, συμμαχίας ἡμῖν ὑπαρχούσης, ἀλλοτριώτερον ἔχομεν πρὸς ἡμᾶς αὐτοὺς ἢ πρὸς οὓς ἑκάτεροι πολεμοῦντες τυγχάνομεν.
</p></div><div subtype="section" type="textpart" n="160"><p>σημεῖον δʼ οὐ μικρόν·  κοινῇ μὲν γὰρ οὐδὲ περὶ ἑνὸς πράγματος βουλευόμεθα, χωρὶς δʼ ἑκάτεροι πρέσβεις πέμπομεν ὡς ἐκεῖνον, ἐλπίζοντες, ὁποτέροις ἂν οἰκειότερον διατεθῇ, κυρίους τούτους γενήσεσθαι τῆς ἐν τοῖς Ἕλλησι πλεονεξίας, κακῶς εἰδότες ὡς τοὺς μὲν θεραπεύοντας αὑτὸν ὑβρίζειν εἴθισται, πρὸς δὲ τοὺς ἀντιταττομένους καὶ καταφρονοῦντας τῆς ἐκείνου δυνάμεως ἐκ παντὸς τρόπου διαλύεσθαι πειρᾶται τὰς διαφοράς.
</p></div></div></body></text></TEI>