ἠγωνίσαντό τε γὰρ ὡς δυνατὸν ἄριστα πρὸς τὴν ἐκείνου δύναμιν, ταῦτά τε πράξασαι, προσῆκον αὐταῖς καὶ περὶ τῶν ἐχομένων βουλεύσασθαι καλῶς, εἰς τοῦτʼ ἦλθον οὐκ ἀνοίας ἀλλὰ μανίας, ὥστε πρὸς μὲν τὸν ἐπιστρατεύσαντα καὶ βουληθέντα τὼ μὲν πόλεε τούτω παντάπασιν ἀνελεῖν, τοὺς δʼ ἄλλους Ἕλληνας καταδουλώσασθαι, πρὸς μὲν τὸν τοιοῦτον, κρατήσασαι ῥᾳδίως ἂν αὐτοῦ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰρήνην εἰς ἅπαντα συνεγράψαντο τὸν χρόνον ὥσπερ πρὸς εὐεργέτην γεγενημένον, φθονήσασαι δὲ ταῖς ἀρεταῖς ταῖς αὑτῶν, εἰς πόλεμον καταστᾶσαι πρὸς ἀλλήλας καὶ φιλονεικίαν, οὐ πρότερον ἐπαύσαντο σφᾶς τε αὐτὰς ἀπολλύουσαι καὶ τοὺς ἄλλους Ἕλληνας, πρὶν κύριον ἐποίησαν τὸν κοινὸν ἐχθρὸν τὴν τε πόλιν τὴν ἡμετέραν εἰς τοὺς ἐσχάτους καταστῆσαι κινδύνους διὰ τῆς δυνάμεως τῆς Λακεδαιμονίων, καὶ πάλιν τὴν ἐκείνων διὰ τῆς πόλεως τῆς ἡμετέρας.