<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg021.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="151"><p><milestone ed="perseus" unit="para"/>τὸ μὲν οὖν σύνταγμα τῆς τότε πολιτείας,  καὶ τὸν χρόνον ὅσον αὐτῇ χρώμενοι διετέλεσαν, ἐξαρκούντως δεδηλώκαμεν·  λοιπὸν δʼ ἡμῖν τὰς πράξεις τὰς ἐκ τοῦ καλῶς πολιτεύεσθαι γεγενημένας διελθεῖν. ἐκ τούτων γὰρ ἔτι μᾶλλον ἔσται καταμαθεῖν ὅτι καὶ τὴν πολιτείαν εἶχον ἡμῶν οἱ πρόγονοι βελτίω τῶν ἄλλων καὶ σωφρονεστέραν, καὶ προστάταις  καὶ συμβούλοις ἐχρῶντο τοιούτοις οἵοις χρὴ τοὺς εὖ φρονοῦντας.
</p></div><div subtype="section" type="textpart" n="152"><p>οὐ μὴν οὐδὲ ταῦτά μοι πρότερον λεκτέον ἐστί, πρὶν ἂν μικρὰ προείπω περὶ αὐτῶν. ἢν γὰρ ὑπεριδὼν τὰς ἐπιτιμήσεις τὰς τῶν οὐδὲν ἄλλο ποιεῖν ἢ τοῦτο δυναμένων ἐφεξῆς διηγῶμαι περί τε τῶν ἄλλων τῶν πεπραγμένων καὶ τῶν ἐπιτηδευμάτων τῶν περὶ τὸν πόλεμον, οἷς οἱ πρόγονοι χρώμενοι τῶν τε βαρβάρων περιεγένοντο καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμησαν, οὐκ ἔστιν ὅπως οὐ φήσουσί τινές με διεξιέναι τοὺς νόμους οὓς Λυκοῦργος μὲν ἔθηκε, Σπαρτιᾶται δʼ αὐτοῖς χρώμενοι τυγχάνουσιν.
</p></div></div></body></text></TEI>