τάχʼ οὖν ἄν τινες ἄτοπον εἶναί με φήσειαν, οὐδὲν γὰρ κωλύει διαλαβεῖν τὸν λόγον, ὅτι τολμῶ λέγειν ὡς ἀκριβῶς εἰδὼς περὶ πραγμάτων οἷς οὐ παρῆν πραττομένοις. ἐγὼ δʼ οὐδὲν τούτων ἄλογον οἶμαι ποιεῖν. εἰ μὲν γὰρ μόνος ἐπίστευον τοῖς τε λεγομένοις περὶ τῶν παλαιῶν καὶ τοῖς γράμμασι τοῖς ἐξ ἐκείνου τοῦ χρόνου παραδεδομένοις ἡμῖν, εἰκότως ἂν ἐπιτιμῴμην· νῦν δὲ πολλοὶ καὶ νοῦν ἔχοντες ταὐτὸν ἐμοὶ φανεῖεν ἂν πεπονθότες. χωρὶς δὲ τούτων, εἰ κατασταίην εἰς ἔλεγχον καὶ λόγον, δυνηθείην ἂν ἐπιδεῖξαι πάντας ἀνθρώπους πλείους ἐπιστήμας ἔχοντας διὰ τῆς ἀκοῆς ἢ τῆς ὄψεως, καὶ μείζους πράξεις καὶ καλλίους εἰδότας ἃς παρʼ ἑτέρων ἀκηκόασιν ἢ ʼκείνας αἷς αὐτοὶ παραγεγενημένοι τυγχάνουσιν. ἀλλὰ γὰρ οὔτʼ ἀμελεῖν καλῶς ἔχει τῶν τοιούτων ὑπολήψεων, τυχὸν γὰρ μηδενὸς ἀντειπόντος λυμήναιντʼ ἂν τὴν ἀλήθειαν, οὔτʼ αὖ πολὺν χρόνον ἀντιλέγοντας διατρίβειν ἐν αὐταῖς, ἀλλʼ ὅσον ὑποδείξαντας μόνον τοῖς ἄλλοις ἐξ ὧν ληροῦντας ἂν αὐτοὺς ἐπιδείξαιεν, πάλιν ἐπανελθόντας περαίνειν καὶ λέγειν ὅθεν ἀπέλιπον· ὅπερ ἐγὼ ποιήσω.