ἐμοὶ δὲ τῶν μὲν τοιούτων ἀκροατῶν οὐδὲν πώποτʼ ἐμέλησεν, οὐδὲ τοῖς ἄλλοις τοῖς εὖ φρονοῦσιν, ἐκείνων δὲ τῶν ἅ τε προεῖπον πρὸ ἅπαντος τοῦ λόγου μνημονευσόντων, τῷ τε πλήθει τῶν λεγομένων οὐκ ἐπιτιμησόντων, οὐδʼ ἢν μυρίων ἐπῶν ᾖ τὸ μῆκος, ἀλλʼ ἐφʼ αὑτοῖς εἶναι νομιούντων τοσοῦτον ἀναγνῶναι μέρος καὶ διελθεῖν ὁπόσον ἂν αὐτοὶ βουληθῶσιν, πάντων δὲ μάλιστα τῶν οὐδενὸς ἂν ἥδιον ἀκουόντων ἢ λόγου διεξιόντος ἀνδρῶν ἀρετὰς καὶ πόλεως τρόπον καλῶς οἰκουμένης, ἅπερ εἰ μιμήσασθαί τινες βουληθεῖεν καὶ δυνηθεῖεν, αὐτοί τʼ ἂν ἐν μεγάλῃ δόξῃ τὸν βίον διαγάγοιεν καὶ τὰς πόλεις τὰς αὑτῶν εὐδαίμονας ποιήσειαν. οἵους μὲν οὖν εὐξαίμην ἂν εἶναι τοὺς ἀκουσομένους τῶν ἐμῶν, εἴρηκα, δέδοικα δὲ μὴ τοιούτων γενομένων πολὺ καταδεέστερον εἴπω τῶν πραγμάτων περὶ ὧν μέλλω ποιεῖσθαι τοὺς λόγους. ὅμως δʼ οὕτως ὅπως ἂν οἷός τʼ ὦ πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν. τοῦ μὲν οὖν διαφερόντως τῶν ἄλλων οἰκεῖσθαι τὴν πόλιν ἡμῶν κατʼ ἐκεῖνον τὸν χρόνον δικαίως ἂν ἐπενέγκοιμεν τὴν αἰτίαν τοῖς βασιλεύσασιν αὐτῆς, περὶ ὧν ὀλίγῳ πρότερον διελέχθην. ἐκεῖνοι γὰρ ἦσαν οἱ παιδεύσαντες τὸ πλῆθος ἐν ἀρετῇ καὶ δικαιοσύνῃ καὶ πολλῇ σωφροσύνῃ, καὶ διδάξαντες ἐξ ὧν διῴκουν, ἅπερ ἐγὼ φανείην ἂν ὕστερον εἰρηκὼς ἢ κεῖνοι πράξαντες, ὅτι πᾶσα πολιτεία ψυχὴ πόλεώς ἐστι, τοσαύτην ἔχουσα δύναμιν ὅσην περ ἐν σώματι φρόνησις· αὕτη γάρ ἐστιν ἡ βουλευομένη περὶ ἁπάντων, καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ συμφορὰς διαφεύγουσα, καὶ πάντων αἰτία τῶν ταῖς πόλεσι συμβαινόντων. ἃ μαθὼν ὁ δῆμος οὐκ ἐπελάθετο διὰ τὴν μεταβολήν, ἀλλὰ μᾶλλον τούτῳ προσεῖχεν ἢ τοῖς ἄλλοις, ὅπως λήψεται τοὺς ἡγεμόνας δημοκρατίας μὲν ἐπιθυμοῦντας, τὸ δʼ ἦθος τοιοῦτον ἔχοντας οἷόν περ οἱ πρότερον ἐπιστατοῦντες αὐτῶν, καὶ μὴ λήσουσι σφᾶς αὐτοὺς κυρίους ἁπάντων τῶν κοινῶν καταστήσαντες οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπιτρέψειεν, μηδὲ περιόψονται πρὸς τὰ τῆς πόλεως προσιόντας τοὺς ὁμολογουμένως ὄντας πονηρούς, μηδʼ ἀνέξονται τὴν φωνὴν τῶν τὰ μὲν σώματα τὰ σφέτερʼ αὐτῶν ἐπονειδίστως διατιθεμένων, συμβουλεύειν δὲ τοῖς ἄλλοις ἀξιούντων ὃν τρόπον τὴν πόλιν διοικοῦντες σωφρονοῖεν ἂν καὶ βέλτιον πράττομεν, μηδὲ τῶν ἃ μὲν παρὰ τῶν πατέρων παρέλαβον εἰς αἰσχρὰς ἡδονὰς ἀνηλωκότων, ἐκ δὲ τῶν κοινῶν ταῖς ἰδίαις ἀπορίαις βοηθεῖν ζητούντων, μηδὲ τῶν πρὸς χάριν μὲν ἀεὶ λέγειν γλιχομένων, εἰς πολλὰς δʼ ἀηδίας καὶ λύπας τοὺς πειθομένους ἐμβαλλόντων,