ἀλλʼ ἔκ τε τῶν τεχνῶν τῶν περὶ τὰς ναῦς καὶ τῶν ἐλαύνειν αὐτὰς δυναμένων καὶ τῶν τὰ σφέτερα μὲν αὐτῶν ἀπολωλεκότων, ἐκ δὲ τῶν ἀλλοτρίων πορίζεσθαι τὸν βίον εἰθισμένων· ὧν εἰσπεσόντων εἰς τὴν πόλιν οὐκ ἄδηλος ἦν ὅ τε κόσμος ὁ τῆς πολιτείας τῆς πρότερον ὑπαρχούσης λυθησόμενος, ἥ τε τῶν συμμάχων εὔνοια ταχέως ληψομένη μεταβολήν, ὅταν οἷς πρότερον χώρας ἐδίδοσαν καὶ πόλεις, τούτους ἀναγκάζωσι συντάξεις καὶ φόρους ὑποτελεῖν, ἵνʼ ἔχωσι μισθὸν διδόναι τοῖς τοιούτοις οἵους ὀλίγῳ πρότερον εἶπον. ἀλλʼ ὅμως οὐδὲν ἀγνοοῦντες τῶν προειρημένων ἐνόμιζον τῇ πόλει τῇ τηλικαύτῃ μὲν τὸ μέγεθος, τοιαύτην δʼ ἐχούσῃ δόξαν, λυσιτελεῖν καὶ πρέπειν ἁπάσας ὑπομεῖναι τὰς δυσχερείας μᾶλλον ἢ τὴν Λακεδαιμονίων ἀρχήν· δυοῖν γὰρ πραγμάτοιν προτεινομένοιν μὴ σπουδαίοιν, κρείττω τὴν αἵρεσιν εἶναι τοῦ δεινὰ ποιεῖν ἑτέρους ἢ πάσχειν αὐτοὺς καὶ τοῦ μὴ δικαίως τῶν ἄλλων ἄρχειν μᾶλλον ἢ φεύγοντας τὴν αἰτίαν ταύτην ἀδίκως Λακεδαιμονίοις δουλεύειν. ἅπερ ἅπαντες μὲν ἂν οἱ νοῦν ἔχοντες ἕλοιντο καὶ βουληθεῖεν, ὀλίγοι δʼ ἄν τινες τῶν προσποιουμένων εἶναι σοφῶν ἐρωτηθέντες οὐκ ἂν φήσαιεν. αἱ μὲν οὖν αἰτίαι διʼ ἃς μετέλαβον τὴν πολιτείαν τὴν ὑπό τινων ψεγομένην ἀντὶ τῆς ὑπὸ πάντων ἐπαινουμένης, διὰ μακροτέρων μὲν αὐτὰς διῆλθον, αὗται δʼ οὖν ἦσαν. ἤδη δὲ περὶ ἧς τε ὑπεθέμην καὶ τῶν προγόνων ποιήσομαι τοὺς λόγους, ἐκείνων τῶν χρόνων ἐπιλαβόμενος ὅτʼ οὐκ ἦν οὔτʼ ὀλιγαρχίας οὔτε δημοκρατίας ὄνομά πω λεγόμενον, ἀλλὰ μοναρχίαι καὶ τὰ γένη τὰ τῶν βαρβάρων καὶ τὰς πόλεις τὰς Ἑλληνίδας ἁπάσας διῴκουν. διὰ τοῦτο δὲ προειλόμην πορρωτέρωθεν ποιήσασθαι τὴν ἀρχήν, πρῶτον μὲν ἡγούμενος προσήκειν τοῖς ἀμφισβητοῦσιν ἀρετῆς εὐθὺς ἀπὸ γενεᾶς διαφέροντας εἶναι τῶν ἄλλων, ἔπειτʼ αἰσχυνόμενος εἰ περὶ ἀνδρῶν ἀγαθῶν μὲν οὐδὲν δέ μοι προσηκόντων πλείω διαλεχθεὶς τῶν μετρίων περὶ τῶν προγόνων τῶν τὴν πόλιν κάλλιστα διοικησάντων μηδὲ μικρὰν ποιήσομαι μνείαν,