ἐπειδὰν αἴσθωνται τοὺς τόπους ἅπαντας προκατειλημμένους καὶ μηδὲ πρὸς ἓν ἀντειπεῖν ἔχωσι τῶν εἰρημένων, ἐπὶ τὸν λόγον οἶμαι τρέψεσθαι τὸν περὶ τῶν πολιτειῶν, καὶ παραβάλλοντας τἀκεῖ καθεστῶτα τοῖς ἐνθάδε, καὶ μάλιστα τὴν σωφροσύνην καὶ πειθαρχίαν πρὸς τὰς παρʼ ἡμῖν ὀλιγωρίας, ἐκ τούτων ἐγκωμιάσειν τὴν Σπάρτην. ἢν δὴ τοιοῦτον ἐπιχειρῶσί τι ποιεῖν, προσήκει τοὺς εὖ φρονοῦντας ληρεῖν νομίζειν αὐτούς. ἐγὼ γὰρ ὑπεθέμην οὐχ ὡς περὶ τῶν πολιτειῶν διαλεξόμενος, ἀλλʼ ὡς ἐπιδείξων τὴν πόλιν ἡμῶν πολὺ πλείονος ἀξίαν Λακεδαιμονίων περὶ τοὺς Ἕλληνας γεγενημένην. ἢν μὲν οὖν ἀναιρῶσί τι τούτων, ἢ πράξεις ἑτέρας κοινὰς λέγωσι περὶ ἃς ἐκεῖνοι βελτίους ἡμῶν γεγόνασιν, εἰκότως ἂν ἐπαίνου τυγχάνοιεν· ἢν δὲ λέγειν ἐπιχειρῶσι περὶ ὧν ἐγὼ μηδεμίαν μνείαν ποιησαίμην, δικαίως ἂν ἅπασιν ἀναισθήτως ἔχειν δοκοῖεν. οὐ μὴν ἀλλʼ ἐπειδή περ αὐτοὺς οἴομαι τὸν λόγον τὸν περὶ τῶν πολιτειῶν εἰς τὸ μέσον ἐμβαλεῖν, οὐκ ὀκνήσω διαλεχθῆναι περὶ αὐτῶν· οἶμαι γὰρ ἐν αὐτοῖς τούτοις τὴν πόλιν ἡμῶν ἐπιδείξειν πλέον διενεγκοῦσαν ἢ τοῖς ἤδη προειρημένοις. καὶ μηδεὶς ὑπολάβῃ με ταῦτʼ εἰρηκέναι περὶ ταύτης, ἣν ἀναγκασθέντες μετελάβομεν, ἀλλὰ περὶ τῆς τῶν προγόνων, ἧς οὐ καταφρονήσαντες οἱ πατέρες ἡμῶν ἐπὶ τὴν νῦν καθεστῶσαν ὥρμησαν, ἀλλὰ περὶ μὲν τὰς ἄλλας πράξεις πολὺ σπουδαιοτέραν ἐκείνην προκρίναντες, περὶ δὲ τὴν δύναμιν τὴν κατὰ θάλατταν ταύτην χρησιμωτέραν εἶναι νομίζοντες, ἣν λαβόντες καὶ καλῶς ἐπιμεληθέντες οἷοί τʼ ἐγένοντο καὶ τὰς ἐπιβουλὰς τὰς Σπαρτιατῶν ἀμύνασθαι καὶ τὴν Πελοποννησίων ἁπάντων ῥώμην, ὧν κατήπειγε τὴν πόλιν περὶ ἐκεῖνον τὸν χρόνον μάλιστα περιγενέσθαι πολεμοῦσαν. ὥστʼ οὐδεὶς ἂν δικαίως ἐπιτιμήσειε τοῖς ἑλομένοις αὐτήν· οὐ γὰρ διήμαρτον τῶν ἐλπίδων, οὐδʼ ἠγνόησαν οὐδὲν οὔτε τῶν ἀγαθῶν οὔτε τῶν κακῶν τῶν προσόντων ἑκατέρᾳ τῶν δυνάμεων, ἀλλʼ ἀκριβῶς ᾔδεσαν τὴν μὲν κατὰ γῆν ἡγεμονίαν ὑπʼ εὐταξίας καὶ σωφροσύνης καὶ πειθαρχίας καὶ τῶν ἄλλων τῶν τοιούτων μελετωμένην, τὴν δὲ κατὰ θάλατταν δύναμιν οὐκ ἐκ τούτων αὐξανομένην,