οὐ μὴν ἐπὶ τούτοις ἀθυμήσας περιεῖδον ἐμαυτὸν ἄδοξον οὐδʼ ἀφανῆ παντάπασι γενόμενον, ἀλλʼ ἐπειδὴ τοῦ πολιτεύεσθαι διήμαρτον, ἐπὶ τὸ φιλοσοφεῖν καὶ πονεῖν καὶ γράφειν ἃ διανοηθείην κατέφυγον, οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ περὶ ὧν ἄλλοι τινὲς ληροῦσιν, ἀλλὰ περὶ τῶν Ἐλληνικῶν καὶ βασιλικῶν καὶ πολιτικῶν πραγμάτων, διʼ ἃ προσήκειν ᾠόμην μοι τοσούτῳ μᾶλλον τιμᾶσθαι τῶν ἐπὶ τὸ βῆμα παριόντων, ὅσῳ περ περὶ μειζόνων καὶ καλλιόνων ἢ κεῖνοι τοὺς λόγους ἐποιούμην. ὧν οὐδὲν ἡμῖν ἀποβέβηκεν. καίτοι πάντες ἴσασι τῶν μὲν ῥητόρων τοὺς πολλοὺς οὐχ ὑπὲρ τῶν τῇ πόλει συμφερόντων, ἀλλʼ ὑπὲρ ὧν αὐτοὶ λήψεσθαι προσδοκῶσι, δημηγορεῖν τολμῶντας, ἐμὲ δὲ καὶ τοὺς ἐμοὺς οὐ μόνον τῶν κοινῶν ἀπεχομένους μᾶλλον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν ἰδίων εἰς τὰς τῆς πόλεως χρείας ὑπὲρ τὴν δύναμιν τὴν ἡμετέραν αὐτῶν δαπανωμένους, ἔτι δὲ τοὺς μὲν ἢ λοιδορουμένους ἐν ταῖς ἐκκλησίαις περὶ μεσεγγυήματος σφίσιν αὐτοῖς ἢ λυμαινομένους τοὺς συμμάχους ἢ τῶν ἄλλων ὃν ἂν τύχωσι συκοφαντοῦντας, ἐμὲ δὲ τῶν λόγων ἡγεμόνα τούτων γεγενημένον, τῶν παρακαλούντων τοὺς Ἕλληνας ἐπί τε τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους καὶ τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους, καὶ τῶν συμβουλευόντων ἀποικίαν ἐκπέμπειν κοινῇ πάντας ἡμᾶς ἐπὶ τοσαύτην χώραν καὶ τοιαύτην, περὶ ἧς ὅσοι περ ἀκηκόασιν ὁμολογοῦσιν ἡμᾶς τε, εἰ σωφρονήσαιμεν καὶ παυσαίμεθα τῆς πρὸς ἀλλήλους μανίας, ταχέως ἂν ἄνευ πόνων καὶ κινδύνων κατασχεῖν αὐτήν, ἐκείνην τε ῥᾳδίως ἂν ἅπαντας δέξασθαι τοὺς ἐνδεεῖς ἡμῶν ὄντας τῶν ἐπιτηδείων· ὧν πράξεις, εἰ πάντες συνελθόντες ζητοῖεν, οὐδέποτʼ ἂν εὕροιεν καλλίους οὐδὲ μείζους οὐδὲ μᾶλλον ἅπασιν ἡμῖν συμφερούσας. ἀλλʼ ὅμως οὕτω πολὺ τῇ διανοία διεστώτων ἡμῶν, καὶ τοσούτῳ σπουδαιοτέραν ἐμοῦ πεποιημένου τὴν αἵρεσιν, οὐ δικαίως οἱ πολλοὶ περὶ ἡμῶν ὑπειλήφασιν, ἀλλὰ ταραχωδῶς καὶ παντάπασιν ἀλογίστως. τῶν μὲν γὰρ ῥητόρων τὸν τρόπον ψέγοντες προστάτας αὐτοὺς τῆς πόλεως ποιοῦνται καὶ κυρίους ἁπάντων καθιστᾶσιν, ἐμοῦ δὲ τοὺς λόγους ἐπαινοῦντες αὐτῷ μοι φθονοῦσι, διʼ οὐδὲν ἕτερον ἢ διὰ τούτους οὓς ἀποδεχόμενοι τυγχάνουσιν· οὕτως ἀτυχῶς φέρομαι παρʼ αὐτοῖς.