<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg020.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="121"><p>οὓς εἰ μὴ παύσομεν ἀθροιζομένους βίον αὐτοῖς ἱκανὸν πορίσαντες, λήσουσιν ἡμᾶς τοσοῦτοι
          γενόμενοι τὸ πλῆθος, ὥστε μηδὲν ἧττον αὐτοὺς εἶναι φοβεροὺς τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις·
          ὧν οὐδεμίαν ποιούμεθα πρόνοιαν, ἀλλʼ ἀγνοοῦμεν κοινὸν φόβον καὶ κίνδυνον ἅπασιν ἡμῖν
          αὐξανόμενον. </p></div><div subtype="section" type="textpart" n="122"><p>ἔστιν οὖν ἀνδρὸς μέγα φρονοῦντος καὶ φιλέλληνος καὶ πορρωτέρω τῶν ἄλλων τῇ διανοίᾳ
          καθορῶντος, ἀποχρησάμενον τοῖς τοιούτοις πρὸς τοὺς βαρβάρους, καὶ χώραν ἀποτεμόμενον
          τοσαύτην ὅσην ὀλίγῳ πρότερον εἰρήκαμεν, ἀπαλλάξαι τε τοὺς ξενιτευομένους τῶν κακῶν ὧν
          αὐτοί τʼ ἔχουσι καὶ τοῖς ἄλλοις παρέχουσι, καὶ πόλεις ἐξ αὐτῶν συστῆσαι, καὶ ταύταις
          ὁρίσαι τὴν Ἑλλάδα καὶ προβαλέσθαι πρὸ ἁπάντων ἡμῶν. </p></div><div subtype="section" type="textpart" n="123"><p>ταῦτα γὰρ πράξας οὐ μόνον ἐκείνους εὐδαίμονας ποιήσεις, ἀλλὰ καὶ πάντας ἡμᾶς εἰς
          ἀσφάλειαν καταστήσεις. ἢν δʼ οὖν τούτων διαμάρτῃς, ἀλλʼ ἐκεῖνό γε ῥᾳδίως ποιήσεις, τὰς
          πόλεις τὰς τὴν Ἀσίαν κατοικούσας ἐλευθερώσεις.</p><p>ὅ τι δʼ ἂν τούτων πρᾶξαι δυνηθῇς ἢ καὶ μόνον ἐπιχειρήσῃς, οὐκ ἔσθʼ ὅπως οὐ μᾶλλον τῶν
          ἄλλων εὐδοκιμήσεις, καὶ δικαίως, ἤν περ αὐτός τʼ ἐπὶ ταῦθʼ ὁρμήσῃς καὶ τοὺς Ἕλληνας
          προτρέψῃς· </p></div><div subtype="section" type="textpart" n="124"><p>ἐπεὶ νῦν γε τίς οὐκ ἂν εἰκότως τὰ συμβεβηκότα θαυμάσειε καὶ καταφρονήσειεν ἡμῶν, ὅπου
          παρὰ μὲν τοῖς βαρβάροις, οὓς ὑπειλήφαμεν μαλακοὺς εἶναι καὶ πολέμων ἀπείρους καὶ
          διεφθαρμένους ὑπὸ τῆς τρυφῆς, ἄνδρες ἐγγεγόνασιν οἳ τῆς Ἑλλάδος ἄρχειν ἠξίωσαν, τῶν δʼ
          Ἑλλήνων οὐδεὶς τοσοῦτον πεφρόνηκεν ὥστʼ ἐπιχειρῆσαι τῆς Ἀσίας ἡμᾶς ποιῆσαι κυρίους, </p></div><div subtype="section" type="textpart" n="125"><p>ἀλλὰ τοσοῦτον αὐτῶν ἀπολελειμμένοι τυγχάνομεν, ὥστʼ ἐκεῖνοι μὲν οὐκ ὤκνησαν οὐδὲ
          προϋπάρξαι τῆς ἔχθρας τῆς πρὸς τοὺς Ἕλληνας, ἡμεῖς δʼ οὐδʼ ὑπὲρ ὧν κακῶς ἐπάθομεν
          ἀμύνεσθαι τολμῶμεν αὐτούς, ἀλλʼ ὁμολογούντων ἐκείνων ἐν ἅπασι τοῖς πολέμοις μήτε
          στρατιώτας ἔχειν μήτε στρατηγοὺς μήτʼ ἄλλο μηδὲν τῶν εἰς τοὺς κινδύνους χρησίμων, </p></div></div></body></text></TEI>