<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg020.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="111"><p>ἐκεῖνος γὰρ ὁρῶν τὴν Ἑλλάδα πολέμων καὶ στάσεων καὶ πολλῶν ἄλλων κακῶν μεστὴν οὖσαν,
          παύσας ταῦτα καὶ διαλλάξας τὰς πόλεις πρὸς ἀλλήλας ὑπέδειξε τοῖς ἐπιγιγνομένοις, μεθʼ ὧν
          χρὴ καὶ πρὸς οὓς δεῖ τοὺς πολέμους ἐκφέρειν. ποιησάμενος γὰρ στρατείαν ἐπὶ Τροίαν, ἥ περ
          εἶχε τότε μεγίστην δύναμιν τῶν περὶ τὴν Ἀσίαν, τοσοῦτον διήνεγκε τῇ στρατηγίᾳ τῶν πρὸς τὴν
          αὐτὴν ταύτην ὕστερον πολεμησάντων, </p></div><div subtype="section" type="textpart" n="112"><p>ὅσον οἱ μὲν μετὰ τῆς τῶν Ἑλλήνων δυνάμεως ἐν ἔτεσι δέκα μόλις αὐτὴν ἐξεπολιόρκησαν, ὁ δʼ
          ἐν ἡμέραις ἐλάττοσιν ἢ τοσαύταις καὶ μετʼ ὀλίγων στρατεύσας ῥᾳδίως αὐτὴν κατὰ κράτος
          εἷλεν. καὶ μετὰ ταῦτα τοὺς βασιλέας τῶν ἐθνῶν τῶν ἐφʼ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν
          κατοικούντων ἅπαντας ἀπέκτεινεν· οὓς οὐδέποτʼ ἂν διέφθειρεν, εἰ μὴ καὶ τῆς δυνάμεως αὐτῶν
          ἐκράτησεν. ταῦτα δὲ πράξας τὰς στήλας τὰς Ἡρακλέους καλουμένας ἐποιήσατο, τροπαῖον μὲν τῶν
          βαρβάρων, μνημεῖον δὲ τῆς ἀρετῆς τῆς αὑτοῦ καὶ τῶν κινδύνων, ὅρους δὲ τῆς τῶν Ἑλλήνων
          χώρας. </p></div><div subtype="section" type="textpart" n="113"><p> τούτου δʼ ἕνεκά σοι περὶ τούτων διῆλθον, ἵνα γνῷς ὅτι σε τυγχάνω τῷ λόγῳ παρακαλῶν ἐπὶ
          τοιαύτας πράξεις, ἃς ἐπὶ τῶν ἔργων οἱ πρόγονοί σου φαίνονται καλλίστας προκρίναντες.
          ἅπαντας μὲν οὖν χρὴ τοὺς νοῦν ἔχοντας τὸν κράτιστον ὑποστησαμένους πειρᾶσθαι γίγνεσθαι
          τοιούτους, μάλιστα δὲ σοὶ προσήκει. τὸ γὰρ μὴ δεῖν ἀλλοτρίοις χρῆσθαι παραδείγμασιν, ἀλλʼ
          οἰκεῖον ὑπάρχειν, πῶς οὐκ εἰκὸς ὑπʼ αὐτοῦ σε παροξύνεσθαι, καὶ φιλονικεῖν ὅπως τῷ προγόνῳ
          σαυτὸν ὅμοιον παρασκευάσεις; </p></div><div subtype="section" type="textpart" n="114"><p>λέγω δʼ οὐχ ὡς δυνησόμενον ἁπάσας σε μιμήσασθαι τὰς Ἡρακλέους πράξεις (οὐδὲ γὰρ ἂν τῶν
          θεῶν ἔνιοι δυνηθεῖεν)· ἀλλὰ κατά γε τὸ τῆς ψυχῆς ἦθος καὶ τὴν φιλανθρωπίαν καὶ τὴν
          εὔνοιαν, ἣν εἶχεν εἰς τοὺς Ἕλληνας, δύναιʼ ἂν ὁμοιωθῆναι τοῖς ἐκείνου βουλήμασιν. ἔστι δέ
          σοι πεισθέντι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις τυχεῖν δόξης, </p></div><div subtype="section" type="textpart" n="115"><p>οἵας ἂν αὐτὸς βουληθῇς· ῥᾴδιον γάρ ἐστιν ἐκ τῶν παρόντων κτήσασθαι τὴν καλλίστην, ἢ ἐξ ὧν
          παρέλαβες ἐπὶ τὴν νῦν ὑπάρχουσαν προελθεῖν. σκέψαι δʼ ὅτι σε τυγχάνω παρακαλῶν, ἐξ ὧν
          ποιήσει τὰς στρατείας οὐ μετὰ τῶν βαρβάρων ἐφʼ οὓς οὐ δίκαιόν ἐστιν, ἀλλὰ μετὰ τῶν Ἑλλήνων
          ἐπὶ τούτους πρὸς οὓς προσήκει τοὺς ἀφʼ Ἡρακλέους γεγονότας πολεμεῖν. </p></div></div></body></text></TEI>