<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg020.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="101"><p>τὰ τοίνυν περὶ τὴν χώραν ὡς διάκειται, τίς οὐκ ἂν ἀκούσας παροξυνθείη πολεμεῖν πρὸς
          αὐτόν; Αἴγυπτος γὰρ ἀφειστήκει μὲν καὶ κατʼ ἐκεῖνον τὸν χρόνον, οὐ μὴν ἀλλʼ ἐφοβοῦντο μή
          ποτε βασιλεὺς αὐτὸς ποιησάμενος στρατείαν κρατήσειε καὶ τῆς διὰ τὸν ποταμὸν δυσχωρίας καὶ
          τῆς ἄλλης παρασκευῆς ἁπάσης· νῦν δʼ οὗτος ἀπήλλαξεν αὐτοὺς τοῦ δέους τούτου.
          συμπαρασκευασάμενος γὰρ δύναμιν ὅσην οἷός τʼ ἦν πλείστην, καὶ στρατεύσας ἐπʼ αὐτούς,
          ἀπῆλθεν ἐκεῖθεν οὐ μόνον ἡττηθείς, ἀλλὰ καὶ καταγελασθεὶς καὶ δόξας οὔτε βασιλεύειν οὔτε
          στρατηγεῖν ἄξιος εἶναι. </p></div><div subtype="section" type="textpart" n="102"><p>τὰ τοίνυν περὶ Κύπρον καὶ Φοινίκην καὶ Κιλικίαν καὶ τὸν τόπον ἐκεῖνον, ὅθεν ἐχρῶντο
          ναυτικῷ, τότε μὲν ἦν βασιλέως, νῦν δὲ τὰ μὲν ἀφέστηκε, τὰ δʼ ἐν πολέμῳ καὶ κακοῖς
          τοσούτοις ἐστίν, ὥστʼ ἐκείνῳ μὲν μηδὲν εἶναι τούτων τῶν ἐθνῶν χρήσιμον, σοὶ δʼ, ἢν
          πολεμεῖν πρὸς αὐτὸν βουληθῇς, συμφόρως ἕξειν. </p></div><div subtype="section" type="textpart" n="103"><p>καὶ μὴν Ἰδριέα γε τὸν εὐπορώτατον τῶν νῦν περὶ τὴν ἤπειρον προσήκει δυσμενέστερον εἶναι
          τοῖς βασιλέως πράγμασι τῶν πολεμούντων· ἢ πάντων γʼ ἂν εἴη σχετλιώτατος, εἰ μὴ βούλοιτο
          καταλελύσθαι ταύτην τὴν ἀρχήν, τὴν αἰκισαμένην μὲν τὸν ἀδελφόν, πολεμήσασαν δὲ πρὸς αὐτόν,
          ἅπαντα δὲ τὸν χρόνον ἐπιβουλεύουσαν καὶ βουλομένην τοῦ τε σώματος αὐτοῦ καὶ τῶν χρημάτων
          ἁπάντων γενέσθαι κυρίαν. </p></div><div subtype="section" type="textpart" n="104"><p>ὑπὲρ ὧν δεδιὼς νῦν μὲν ἀναγκάζεται θεραπεύειν αὐτὸν καὶ χρήματα πολλὰ καθʼ ἕκαστον τὸν
          ἐνιαυτὸν ἀναπέμπειν· εἰ δὲ σὺ διαβαίης εἰς τὴν ἤπειρον, ἐκεῖνός τʼ ἂν ἄσμενος ἴδοι βοηθὸν
          ἥκειν αὑτῷ σε νομίζων, τῶν τʼ ἄλλων σατραπῶν πολλοὺς ἀποστήσεις, ἢν ὑπόσχῃ τὴν ἐλευθερίαν
          αὐτοῖς, καὶ τοὔνομα τοῦτο διασπείρῃς εἰς τὴν Ἀσίαν, ὅ περ εἰς τοὺς Ἕλληνας εἰσπεσὸν καὶ
          τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων ἀρχὴν κατέλυσεν. </p></div><div subtype="section" type="textpart" n="105"><p>ἔτι δʼ ἂν πλείω λέγειν ἐπεχείρουν, ὃν τρόπον πολεμῶν τάχιστʼ ἂν περιγένοιο τῆς τοῦ
          βασιλέως δυνάμεως· νῦν δὲ φοβοῦμαι μή τινες ἐπιτιμήσωσιν ἡμῖν, εἰ μηδὲν πώποτε
          μεταχειρισάμενος τῶν στρατηγικῶν νῦν τολμῴην σοὶ παραινεῖν τῷ πλεῖστα καὶ μέγιστα
          διαπεπραγμένῳ κατὰ πόλεμον. ὥστε περὶ μὲν τούτων οὐδὲν οἶμαι δεῖν πλείω λέγειν.</p><p>περὶ δὲ τῶν ἄλλων, ἡγοῦμαι τόν τε πατέρα σου καὶ τὸν κτησάμενον τὴν βασιλείαν καὶ τὸν τοῦ
          γένους ἀρχηγόν, εἰ τῷ μὲν εἴη θέμις, οἱ δὲ δύναμιν λάβοιεν, τῶν αὐτῶν ἂν τούτων γενέσθαι
          συμβούλους ὧν περ ἐγώ. </p></div></div></body></text></TEI>