<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="36"><p>τοῦ μὲν γὰρ γενέσθαι προέχοντα τῶν ἄλλων ἢ περὶ τοὺς λόγους ἢ περὶ τὰς πράξεις εἰκότως ἄν
          τις τὴν τύχην αἰτιάσαιτο, τοῦ δὲ καλῶς καὶ μετρίως κεχρῆσθαι τῇ φύσει δικαίως ἂν ἅπαντες
          τὸν τρόπον τὸν ἐμὸν ἐπαινέσειαν. οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἔχων περὶ ἐμαυτοῦ λέγειν, οὐδʼ οὕτω
          φανήσομαι περὶ τοὺς λόγους τοὺς τοιούτους γεγενημένος. </p></div><div subtype="section" type="textpart" n="37"><p>γνώσεσθε δʼ ἐκ τῶν ἐπιτηδευμάτων τῶν ἐμῶν, ἐξ ὧνπερ οἷόν τʼ ἐστὶν εἰδέναι τὴν ἀλήθειαν
          πολὺ μᾶλλον ἢ παρὰ τῶν διαβαλλόντων. οἶμαι γὰρ οὐδένα τοῦτʼ ἀγνοεῖν, ὅτι πάντες ἄνθρωποι
          περὶ τὸν τόπον τοῦτον εἰώθασι διατρίβειν, ὅθεν ἂν προέλωνται τὸν βίον πορίζεσθαι. </p></div><div subtype="section" type="textpart" n="38"><p>τοὺς μὲν τοίνυν ἀπὸ τῶν συμβολαίων τῶν ὑμετέρων ζῶντας καὶ τῆς περὶ ταῦτα πραγματείας
          ἴδοιτʼ ἂν μόνον οὐκ ἐν τοῖς δικαστηρίοις οἰκοῦντας, ἐμὲ δʼ οὐδεὶς πώποθʼ ἑώρακεν οὔτʼ ἐν
          τοῖς συνεδρίοις οὔτε περὶ τὰς ἀνακρίσεις οὔτʼ ἐπὶ τοῖς δικαστηρίοις οὔτε πρὸς τοῖς
          διαιτηταῖς, ἀλλʼ οὕτως ἀπέχομαι τούτων ἁπάντων ὡς οὐδεὶς ἄλλος τῶν πολιτῶν. </p></div><div subtype="section" type="textpart" n="39"><p>ἔπειτʼ ἐκείνους μὲν ἂν εὕροιτε παρʼ ὑμῖν μόνοις χρηματίζεσθαι δυναμένους, εἰ δʼ ἄλλοσέ
          ποι πλεύσειαν, ἐνδεεῖς ἂν ὄντας τῶν καθʼ ἡμέραν, ἐμοὶ δὲ τὰς εὐπορίας, περὶ ὧν οὗτος
          μειζόνως εἴρηκεν, ἔξωθεν ἁπάσας γεγενημένας· ἔτι δὲ τοῖς μὲν πλησιάζοντας ἢ τοὺς ἐν κακοῖς
          αὐτοὺς ὄντας ἢ τοὺς ἑτέροις πράγματα παρέχειν βουλομένους, ἐμοὶ δὲ τοὺς πλείστην σχολὴν
          τῶν Ἑλλήνων ἄγοντας. </p></div><div subtype="section" type="textpart" n="40"><p>ἠκούσατε δὲ καὶ τοῦ κατηγόρου λέγοντος ὅτι παρὰ Νικοκλέους τοῦ Σαλαμινίων βασιλέως πολλὰς
          ἔλαβον καὶ μεγάλας δωρεάς. καίτοι τίνι πιστὸν ὑμῶν ἐστιν ὡς Νικοκλῆς ἔδωκέ μοι ταύτας, ἵνα
          δίκας μανθάνῃ λέγειν, ὃς καὶ τοῖς ἄλλοις περὶ τῶν ἀμφισβητουμένων ὥσπερ δεσπότης ἐδίκαζεν;
          ὥστʼ ἐξ ὧν αὐτὸς οὗτος εἴρηκε, ῥᾴδιον καταμαθεῖν ὅτι πόρρω τῶν πραγματειῶν εἰμι τῶν περὶ
          τὰ συμβόλαια γιγνομένων. </p></div></div></body></text></TEI>