<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="31"><p>τοῦτον δὲ τὸν τρόπον πεποίηται τὴν κατηγορίαν, ἡγούμενος ἐκ μὲν ὧν καταλαζονεύεται περί
          μου καὶ τοῦ πλούτου καὶ τοῦ πλήθους τῶν μαθητῶν φθόνον ἅπασι τοῖς ἀκούουσιν ἐμποιήσειν, ἐκ
          δὲ τῆς περὶ τὰ δικαστήρια πραγματείας εἰς ὀργὴν καὶ μῖσος ὑμᾶς καταστήσειν· ἅπερ ὅταν
          πάθωσιν οἱ κρίνοντες, χαλεπώτατοι τοῖς ἀγωνιζομένοις εἰσίν. ὡς οὖν τὰ μὲν μείζω τοῦ
          προσήκοντος εἴρηκε, τὰ δʼ ὅλως ψεύδεται, ῥᾳδίως οἶμαι φανερὸν ποιήσειν. </p></div><div subtype="section" type="textpart" n="32"><p>ἀξιῶ δʼ ὑμᾶς τοῖς μὲν λόγοις οἷς πρότερον ἀκηκόατε περί μου τῶν βλασφημεῖν καὶ διαβάλλειν
          βουλομένων, μὴ προσέχειν τὸν νοῦν, μηδὲ πιστεύειν τοῖς μήτε μετʼ ἐλέγχου μήτε μετὰ κρίσεως
          εἰρημένοις, μηδὲ ταῖς δόξαις χρῆσθαι ταῖς ἀδίκως ὑπʼ ἐκείνων ὑμῖν ἐγγεγενημέναις, ἀλλʼ
          ὁποῖός τις ἂν ἐκ τῆς κατηγορίας τῆς νῦν καὶ τῆς ἀπολογίας φαίνωμαι, τοιοῦτον εἶναί με
          νομίζειν· οὕτω γὰρ γιγνώσκοντες αὐτοί τε δόξετε καλῶς κρίνειν καὶ νομίμως, ἐγώ τε τεύξομαι
          πάντων τῶν δικαίων. </p></div><div subtype="section" type="textpart" n="33"><p>ὅτι μὲν οὖν οὐδεὶς οὔθʼ ὑπὸ τῆς δεινότητος τῆς ἐμῆς οὔθʼ ὑπὸ τῶν συγγραμμάτων βέβλαπται
          τῶν πολιτῶν, τὸν ἐνεστῶτα κίνδυνον ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον. εἰ γάρ τις ἦν
          ἠδικημένος, εἰ καὶ τὸν ἄλλον χρόνον ἡσυχίαν εἶχεν, οὐκ ἂν ἠμέλησε τοῦ καιροῦ τοῦ παρόντος,
          ἀλλʼ ἦλθεν ἂν ἤτοι κατηγορήσων ἢ καταμαρτυρήσων. ὅπου γὰρ ὁ μηδʼ ἀκηκοὼς μηδὲν πώποτε
          φλαῦρον εἰς ἀγῶνά με τηλικουτονὶ κατέστησεν, ἦ που σφόδρʼ ἂν οἱ κακῶς πεπονθότες ἐπειρῶντʼ
          ἂν δίκην παρʼ ἐμοῦ λαμβάνειν. </p></div><div subtype="section" type="textpart" n="34"><p>οὐ γὰρ δὴ τοῦτό γʼ ἐστὶν οὔτʼ εἰκὸς οὔτε δυνατόν, ἐμὲ μὲν περὶ πολλοὺς ἡμαρτηκέναι, τοὺς
          δὲ ταῖς συμφοραῖς διʼ ἐμὲ περιπεπτωκότας ἡσυχίαν ἔχειν καὶ μὴ τολμᾶν ἐγκαλεῖν, ἀλλὰ
          πραοτέρους ἐν τοῖς ἐμοῖς εἶναι κινδύνοις τῶν μηδὲν ἠδικημένων, ἐξὸν αὐτοῖς δηλώσασιν ἃ
          πεπόνθασι τὴν μεγίστην παρʼ ἐμοῦ λαβεῖν τιμωρίαν. </p></div><div subtype="section" type="textpart" n="35"><p>ἀλλὰ γὰρ οὔτε πρότερον οὔτε νῦν οὐδείς μοι φανήσεται τοιοῦτον οὐδὲν ἐγκαλέσας. ὥστʼ εἰ
          συγχωρήσαιμι τῷ κατηγόρῳ καὶ προσομολογήσαιμι πάντων ἀνθρώπων εἶναι δεινότατος, καὶ
          συγγραφεὺς τῶν λόγων τῶν λυπούντων ὑμᾶς τοιοῦτος οἷος οὐδεὶς ἄλλος γέγονε, πολὺ ἂν
          δικαιότερον ἐπιεικὴς εἶναι δοκοίην ἢ ζημιωθείην. </p></div></div></body></text></TEI>