<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg018.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="16"><p>εὑρίσκω γὰρ ταύτην μόνην ἂν γενομένην καὶ τῶν μελλόντων κινδύνων ἀποτροπὴν καὶ τῶν
          παρόντων κακῶν ἀπαλλαγήν, ἢν ἐθελήσωμεν ἐκείνην τὴν δημοκρατίαν ἀναλαβεῖν, ἢν Σόλων μὲν ὁ
          δημοτικώτατος γενόμενος ἐνομοθέτησε, Κλεισθένης δὲ ὁ τοὺς τυράννους ἐκβαλὼν καὶ τὸν δῆμον
          καταγαγὼν πάλιν ἐξ ἀρχῆς κατέστησεν. </p></div><div subtype="section" type="textpart" n="17"><p>ἧς οὐκ ἂν εὕροιμεν οὔτε δημοτικωτέραν οὔτε τῇ πόλει μᾶλλον συμφέρουσαν. τεκμήριον δὲ
          μέγιστον· οἱ μὲν γὰρ ἐκείνῃ χρώμενοι, πολλὰ καὶ καλὰ διαπραξάμενοι καὶ παρὰ πᾶσιν
          ἀνθρώποις εὐδοκιμήσαντες, παρʼ ἑκόντων τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἔλαβον, οἱ δὲ τῆς νῦν
          παρούσης ἐπιθυμήσαντες, ὑπὸ πάντων μισηθέντες καὶ πολλὰ καὶ δεινὰ παθόντες, μικρὸν
          ἀπέλιπον τοῦ μὴ ταῖς ἐσχάταις συμφοραῖς περιπεσεῖν. </p></div><div subtype="section" type="textpart" n="18"><p>καίτοι πῶς χρὴ ταύτην τὴν πολιτείαν ἐπαινεῖν ἢ στέργειν τὴν τοσούτων μὲν κακῶν αἰτίαν
          πρότερον γενομένην, νῦν δὲ καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ἐπὶ τὸ χεῖρον φερομένην; πῶς δʼ οὐ
          χρὴ δεδιέναι μὴ τοιαύτης ἐπιδόσεως γιγνομένης τελευτῶντες εἰς τραχύτερα πράγματα τῶν τότε
          γενομένων ἐξοκείλωμεν; </p></div><div subtype="section" type="textpart" n="19"><p>ἵνα δὲ μὴ συλλήβδην μόνον ἀκηκοότες, ἀλλʼ ἀκριβῶς εἰδότες ποιῆσθε καὶ τὴν αἵρεσιν καὶ τὴν
          κρίσιν αὐτῶν, ὑμέτερον μὲν ἔργον ἐστὶ παρασχεῖν ὑμᾶς αὐτοὺς προσέχοντας τὸν νοῦν τοῖς ὑπʼ
          ἐμοῦ λεγομένοις, ἐγὼ δʼ ὡς ἂν δύνωμαι συντομώτατα περὶ ἀμφοτέρων τούτων πειράσομαι
          διελθεῖν πρὸς ὑμᾶς. </p></div><div subtype="section" type="textpart" n="20"><p>οἱ γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον τὴν πόλιν διοικοῦντες κατεστήσαντο πολιτείαν οὐκ ὀνόματι
          μὲν τῷ κοινοτάτῳ καὶ πραοτάτῳ προσαγορευομένην, ἐπὶ δὲ τῶν πράξεων οὐ τοιαύτην τοῖς
          ἐντυγχάνουσι φαινομένην, οὐδʼ ἣ τοῦτον τὸν τρόπον ἐπαίδευε τοὺς πολίτας ὥσθʼ ἡγεῖσθαι τὴν
          μὲν ἀκολασίαν δημοκρατίαν, τὴν δὲ παρανομίαν ἐλευθερίαν, τὴν δὲ παρρησίαν ἰσονομίαν, τὴν
          δʼ ἐξουσίαν τοῦ πάντα<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">πάντα</foreign> Coray (cf. Panath. 131): <foreign xml:lang="grc">ταῦτα</foreign> MSS.</note> ποιεῖν εὐδαιμονίαν, ἀλλὰ μισοῦσα καὶ κολάζουσα τοὺς
          τοιούτους βελτίους καὶ σωφρονεστέρους ἅπαντας τοὺς πολίτας ἐποίησεν. </p></div></div></body></text></TEI>