<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg017.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="131"><p>ἐν οὖν ταῖς ἀπορίαις, ἐν αἷς αὐτοὶ δυναστεύουσιν, ἐν ταύταις ἥδιστʼ ἂν ἴδοιεν ἅπαντας
          ὄντας τοὺς πολίτας. τεκμήριον δὲ μέγιστον· οὐ γὰρ τοῦτο σκοποῦσιν, ἐξ οὗ τρόπου τοῖς
          δεομένοις βίον ἐκποριοῦσιν, ἀλλʼ ὅπως τοὺς ἔχειν τι δοκοῦντας τοῖς ἀπόροις ἐξισώσουσιν.
        </p></div><div subtype="section" type="textpart" n="132"><p>τίς οὖν ἀπαλλαγὴ γένοιτʼ ἂν τῶν κακῶν τῶν παρόντων; διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν
          τούτων, οὐκ ἐφεξῆς, ἀλλʼ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν· μᾶλλον δʼ ἂν ὑμῖν ἐγγένοιτο
          μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην. </p></div><div subtype="section" type="textpart" n="133"><p>ἔστι δʼ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν
          συμβούλους ποιώμεθα τοιούτους περὶ τῶν κοινῶν, οἵους περ ἂν περὶ τῶν ἰδίων ἡμῖν εἶναι
          βουληθεῖμεν, καὶ παυσώμεθα δημοτικοὺς μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας, ὀλιγαρχικοὺς
          δὲ τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν, γνόντες ὅτι φύσει μὲν οὐδεὶς οὐδέτερον τούτων ἐστίν,
          ἐν ᾗ δʼ ἂν ἕκαστοι τιμῶνται, ταύτην βούλονται καθεστάναι τὴν πολιτείαν· </p></div><div subtype="section" type="textpart" n="134"><p>δεύτερον δʼ ἢν ἐθελήσωμεν χρῆσθαι τοῖς συμμάχοις ὁμοίως ὥσπερ τοῖς φίλοις, καὶ μὴ λόγῳ
          μὲν αὐτονόμους ἀφιῶμεν, ἔργῳ δὲ τοῖς στρατηγοῖς αὐτοὺς ὅ τι ἂν βούλωνται ποιεῖν ἐκδιδῶμεν,
          μηδὲ δεσποτικῶς ἀλλὰ συμμαχικῶς αὐτῶν ἐπιστατῶμεν, ἐκεῖνο καταμαθόντες, ὅτι μιᾶς μὲν
          ἑκάστης τῶν πόλεων κρείττους ἐσμέν, </p></div><div subtype="section" type="textpart" n="135"><p>ἁπασῶν δʼ ἥττους· τρίτον ἢν μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν περὶ τοὺς θεοὺς
          εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν· τοῖς γὰρ οὕτω διακειμένοις ἑκόντες καὶ τὰς
          δυναστείας καὶ τὰς ἡγεμονίας διδόασιν. </p></div></div></body></text></TEI>