ἀλλʼ ὅμως Εὐαγόρας πάσαις ἀπολελειμμένος ταῖς δυνάμεσιν, ἀντιτάξας τὴν αὑτοῦ γνώμην πρὸς τὰς οὕτως ὑπερμεγέθεις παρασκευάς, ἐπέδειξεν αὑτὸν ἐν τούτοις πολὺ θαυμαστότερον ἢ τοῖς ἄλλοις τοῖς προειρημένοις. ὅτε μὲν γὰρ αὐτὸν εἴων εἰρήνην ἄγειν, τὴν αὑτοῦ πόλιν μόνην εἶχεν· ἐπειδὴ δʼ ἠναγκάσθη πολεμεῖν, τοιοῦτος ἦν καὶ τοιοῦτον εἶχε Πνυταγόραν τὸν υἱὸν τὸν αὑτοῦ συναγωνιστὴν ὥστε μικροῦ μὲν ἐδέησε Κύπρον ἅπασαν κατασχεῖν, Φοινίκην δʼ ἐπόρθησε, Τύρον δὲ κατὰ κράτος εἷλε, Κιλικίαν δὲ βασιλέως ἀπέστησε, τοσούτους δὲ τῶν πολεμίων ἀπώλεσεν ὥστε πολλοὺς Περσῶν πενθοῦντας τὰς αὑτῶν συμφορὰς μεμνῆσθαι τῆς ἀρετῆς τῆς ἐκείνου· τελευτῶν δʼ οὕτως ἐνέπλησεν αὐτοὺς τοῦ πολεμεῖν, ὥστʼ εἰθισμένων τὸν ἄλλον χρόνον τῶν βασιλέων μὴ διαλλάττεσθαι τοῖς ἀποστᾶσι πρὶν κύριοι γένοιντο τῶν σωμάτων, ἄσμενοι τὴν εἰρήνην ἐποιήσαντο, λύσαντες μὲν τὸν νόμον τοῦτον, οὐδὲν δὲ κινήσαντες τῆς Εὐαγόρου τυραννίδος. καὶ Λακεδαιμονίων μὲν τῶν καὶ δόξαν καὶ δύναμιν μεγίστην ἐχόντων κατʼ ἐκεῖνον τὸν χρόνον ἐντὸς τριῶν ἐτῶν ἀφείλετο τὴν ἀρχήν, Εὐαγόρα δὲ πολεμήσας ἔτη δέκα τῶν αὐτῶν κύριον αὐτὸν κατέλιπεν, ὧνπερ ἦν καὶ πρὶν εἰς τὸν πόλεμον εἰσελθεῖν. ὃ δὲ πάντων δεινότατον· τὴν γὰρ πόλιν, ἣν Εὐαγόρας ἑτέρου τυραννοῦντος μετὰ πεντήκοντʼ ἀνδρῶν εἷλε, ταύτην βασιλεὺς ὁ μέγας τοσαύτην δύναμιν ἔχων οὐχ οἷός τʼ ἐγένετο χειρώσασθαι. καίτοι πῶς ἄν τις τὴν ἀνδρίαν ἢ τὴν φρόνησιν ἢ σύμπασαν τὴν ἀρετὴν τὴν Εὐαγόρου φανερώτερον ἐπιδείξειεν ἢ διὰ τοιούτων ἔργων καὶ κινδύνων; οὐ γὰρ μόνον φανεῖται τοὺς ἄλλους πολέμους, ἀλλὰ καὶ τὸν τῶν ἡρώων ὑπερβαλόμενος, τὸν ὑπὸ πάντων ἀνθρώπων ὑμνούμενον. οἱ μὲν γὰρ μεθʼ ἁπάσης τῆς Ἑλλάδος Τροίαν μόνην εἷλον, ὁ δὲ μίαν πόλιν ἔχων πρὸς ἅπασαν τὴν Ἀσίαν ἐπολέμησεν· ὥστʼ εἰ τοσοῦτοι τὸ πλῆθος ἐγκωμιάζειν αὐτὸν ἠβουλήθησαν ὅσοι περ ἐκείνους, πολὺ ἂν μείζω καὶ τὴν δόξαν αὐτῶν ἔλαβεν.