<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg015.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="51"><p>μέγιστον δὲ τεκμήριον καὶ τοῦ τρόπου καὶ τῆς ὁσιότητος τῆς ἐκείνου· τῶν γὰρ Ἑλλήνων
          πολλοὶ καὶ καλοὶ κἀγαθοὶ τὰς αὑτῶν πατρίδας ἀπολιπόντες ἦλθον εἰς Κύπρον οἰκήσοντες,
          ἡγούμενοι κουφοτέραν καὶ νομιμωτέραν εἶναι τὴν Εὐαγόρου βασιλείαν τῶν οἴκοι πολιτειῶν· ὧν
          τοὺς μὲν ἄλλους ὀνομαστὶ διελθεῖν πολὺ ἂν ἔργον εἴη· </p></div><div subtype="section" type="textpart" n="52"><p>Κόνωνα δὲ τὸν διὰ πλείστας ἀρετὰς πρωτεύσαντα τῶν Ἑλλήνων τίς οὐκ οἶδεν ὅτι δυστυχησάσης
          τῆς πόλεως<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">δυστυχησάσης τῆς πόλεως Γ(2)ΘΛ· δυστυχήσας,</foreign> omitting <foreign xml:lang="grc">τῆς πόλεως, Γ(1),</foreign> <bibl n="Aristot. Rh. 1399a 5">Arist. Rhet. 1399 a 5</bibl>, Blass.</note> ἐξ ἁπάντων
          ἐκλεξάμενος ὡς Εὐαγόραν ἦλθε, νομίσας καὶ τῷ σώματι βεβαιοτάτην εἶναι τὴν παρʼ ἐκείνῳ
          καταφυγὴν καὶ τῇ πόλει τάχιστʼ ἂν αὐτὸν γενέσθαι βοηθόν. καὶ πολλὰ πρότερον ἤδη κατωρθωκὼς
          οὐδὲ περὶ ἑνὸς πώποτε πράγματος ἔδοξεν ἄμεινον ἢ περὶ τούτου βουλεύσασθαι· </p></div><div subtype="section" type="textpart" n="53"><p>συνέβη γὰρ αὐτῷ διὰ τὴν ἄφιξιν τὴν εἰς Κύπρον καὶ ποιῆσαι καὶ παθεῖν πλεῖστʼ ἀγαθά.
          πρῶτον μὲν γὰρ οὐκ ἔφθασαν ἀλλήλοις πλησιάσαντες καὶ περὶ πλείονος ἐποιήσαντο σφᾶς αὐτοὺς
          ἢ τοὺς πρότερον οἰκείους ὄντας. ἔπειτα περί τε τῶν ἄλλων ὁμονοοῦντες ἅπαντα τὸν χρόνον
          διετέλεσαν καὶ περὶ τῆς ἡμετέρας πόλεως τὴν αὐτὴν γνώμην εἶχον. </p></div><div subtype="section" type="textpart" n="54"><p>ὁρῶντες γὰρ αὐτὴν ὑπὸ Λακεδαιμονίοις οὖσαν καὶ μεγάλῃ μεταβολῇ κεχρημένην λυπηρῶς καὶ
          βαρέως ἔφερον, ἀμφότεροι προσήκοντα ποιοῦντες· τῷ μὲν γὰρ ἦν φύσει πατρίς, τὸν δὲ διὰ
          πολλὰς καὶ μεγάλας εὐεργεσίας νόμῳ πολίτην ἐπεποίηντο. σκοπουμένοις δʼ αὐτοῖς ὅπως τῶν
          συμφορῶν αὐτὴν ἀπαλλάξουσι, ταχὺν τὸν καιρὸν Λακεδαιμόνιο παρεσκεύασαν· ἄρχοντες γὰρ τῶν
          Ἑλλήνων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστε καὶ τὴν Ἀσίαν κακῶς
          ποιεῖν ἐπεχείρησαν. </p></div><div subtype="section" type="textpart" n="55"><p>λαβόντες δʼ ἐκεῖνοι τοῦτον τὸν καιρὸν καὶ τῶν στρατηγῶν τῶν βασιλέως ἀπορούντων ὅ τι
          χρήσωνται τοῖς πράγμασιν, ἐδίδασκον αὐτοὺς μὴ κατὰ γῆν ἀλλὰ κατὰ θάλατταν ποιεῖσθαι τὸν
          πόλεμον τὸν πρὸς Λακεδαιμονίους, νομίζοντες, εἰ μὲν πεζὸν στρατόπεδον καταστήσαιντο καὶ
          τούτῳ περιγένοιντο, τὰ περὶ τὴν ἤπειρον μόνον καλῶς ἕξειν, εἰ δὲ κατὰ θάλατταν κρατήσειαν,
          ἅπασαν τὴν Ἑλλάδα τῆς νίκης ταύτης μεθέξειν. </p></div></div></body></text></TEI>