<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg015.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="31"><p>καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τοῖς τοιούτοις καιροῖς γιγνομένους καὶ τοὺς φόβους τοὺς τῶν
          ἄλλων καὶ τὰς παρακελεύσεις τὰς ἐκείνου τί δεῖ λέγοντα διατρίβειν; γενομένων δʼ αὐτῷ τῶν
          μὲν περὶ τὸν τύραννον ἀνταγωνιστῶν, τῶν δʼ ἄλλων πολιτῶν θεατῶν, δεδιότες γὰρ τοῦ μὲν τὴν
          ἀρχήν, τοῦ δὲ τὴν ἀρετήν, </p></div><div subtype="section" type="textpart" n="32"><p>ἡσυχίαν εἶχον, οὐ πρότερον ἐπαύσατο μαχόμενος καὶ μόνος πρὸς πολλοὺς καὶ μετʼ ὀλίγων πρὸς
          ἅπαντας τοὺς ἐχθροὺς,<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς ἐχθρούς ΘΛ</foreign> vulg. is bracketed by Blass.</note> πρὶν
          ἑλεῖν τὸ βασίλειον, καὶ τούς τʼ ἐχθροὺς ἐτιμωρήσατο καὶ τοῖς φίλοις ἐβοήθησεν, ἔτι δὲ τῷ
          γένει τὰς τιμὰς τὰς πατρίους ἐκομίσατο, καὶ τύραννον αὑτὸν τῆς πόλεως κατέστησεν. </p></div><div subtype="section" type="textpart" n="33"><p>ἡγοῦμαι μὲν οὖν, εἰ καὶ μηδενὸς ἄλλου μνησθείην, ἀλλʼ ἐνταῦθα καταλίποιμι τὸν λόγον,
          ῥᾴδιον ἐκ τούτων εἶναι γνῶναι τήν τʼ ἀρετὴν τὴν Εὐαγόρου καὶ τὸ μέγεθος τῶν πεπραγμένων·
          οὐ μὴν ἀλλʼ ἔτι γε σαφέστερον περὶ ἀμφοτέρων τούτων ἐκ τῶν ἐχομένων οἶμαι δηλώσειν. </p></div><div subtype="section" type="textpart" n="34"><p>τοσούτων γὰρ τυράννων ἐν ἅπαντι τῷ χρόνῳ γεγενημένων οὐδεὶς φανήσεται τὴν τιμὴν ταύτην
          κάλλιον ἐκείνου κτησάμενος. εἰ μὲν οὖν πρὸς ἕκαστον αὐτῶν τὰς πράξεις τὰς Εὐαγόρου
          παραβάλλοιμεν, οὔτʼ ἂν ὁ λόγος ἴσως τοῖς καιροῖς ἁρμόσειεν οὔτʼ ἂν ὁ χρόνος τοῖς
          λεγομένοις ἀρκέσειεν· ἢν δὲ προελόμενοι τοὺς εὐδοκιμωτάτους ἐπὶ τούτων σκοπῶμεν, οὐδὲν μὲν
          χεῖρον ἐξετῶμεν, πολὺ δὲ συντομώτερον διαλεχθησόμεθα περὶ αὐτῶν. </p></div><div subtype="section" type="textpart" n="35"><p>τῶν μὲν οὖ τὰς πατρικὰς βασιλείας παραλαβόντων τίς οὐκ ἂν τοὺς Εὐαγόρου κινδύνους
          προκρίνειεν; οὐδεὶς γάρ ἐστιν οὕτω ῥᾴθυμος, ὅστις ἂν δέξαιτο παρὰ τῶν προγόνων τὴν ἀρχὴν
          ταύτην παραλαβεῖν μᾶλλον ἢ κτησάμενος ὥσπερ ἐκεῖνος τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν. </p></div></div></body></text></TEI>